Morice, Easy Greek Stories, 148 (2/4): Una falsa recompensa.

     ἐπ-αινέσας (ἐπαινέω· ἐγκωμιάζω) οὖν τὸν πένητα, ἔ-φη δώσειν τὰς δραχμὰς, ἀλλὰ δεῖν σκέψασθαι πρῶτον, εἰ ἔν-εστιν ἔτι ἐν τῷ βαλλαντίῳ πάντα, ὅσα ἐν αὐτῷ τότε ἦν, ὅτε ἀπ-ε-βλήθη (ἀποϐάλλω ↔ εὑρίσκω).

     σκεψάμενος δὲ, «τὰ μὲν ἄλλα», ἔ-φη, «ἐν-όντα ἔτι εὑρίσκω».

     ἦν δὲ ἐν τῷ βαλλαντίῳ λίθος τις, σάπφειρος* πολυτελής (↔ εὐτελής, Lat. vili praetio)· δεῖ σε οὖν ἀπο-δοῦναι καὶ ταύτην, ἔπειτα δὲ τὰς δραχμὰς λήψει (λαμβάνω) κατὰ τὸ κηρυχθέν (· κήρυγμα).
 
σάπφειρος πολυτελής

 
     τοσαῦτα οὖν ὁ μὲν ἔμπορος ἔ-λεξεν· ὁ δὲ πένης  αἰσθόμενος ὅτι ἀπατᾶται (ἀπατάω· Lat. decipio, fallo), ὠργίσθη (ὀργίζομαι· ἀγανακτέω) τε και ἀντ-εῖπεν εὐθὺς, «ὦ οὗτος, τί (· διὰ τί) φλυαρεῖς (Lat. nugaris) ὧδε; σάπφειρος γὰρ οὐδεμία ἦν ἐν τῷ βαλλαντίῳ, ἀλλὰ τὰ ἐν-όντα ἐν αὐτῷ πάντα, ἤδη ἔχεις».

Morice, Easy Greek Stories, 147 (1/4): Una falsa recompensa.

     ἔμπορός (· πλεῖ κατὰ θάλατταν καὶ κατὰ γὴν, ὥστε ἀγοράζειν τε καὶ πωλεῖν, Lat. mercator) τις, περι-πατῶν (cfr. Cast. peripatético) ἐν τῇ ἀγορᾷ, ἔ-λαθεν ἑαυτὸν (· ἀγνὼς ἑαυτῷ) ἀφ-εὶς (< ἀπο-ἴημι· ἀποβάλλω: ἀπέβαλε) κατὰ τύχην ἐκ τοῦ κόλπου (ὁ κόλπος, Lat. sinus; cfr. Cast. golfo) βαλλάντιον* ἀργύρου πε-πληρωμένον.

βαλλάντιον
 
     ἔπειτα δὲ, βουλόμενοι πρίασθαί τι, τὸ δὲ βαλλάντιον οὐχ εὑρὼν, διὰ ταῦτα ἐς ἀπορίαν πολλὴν κατ-έ-στη.

     ἐ-ποιεῖτο οὖν κήρυγμα ἐν τῇ ἀγορᾷ, ὡς, εἴ τις τό βαλλάντιον εὑρὼν ἀπο-δώσει, λήψεται (< λαμβάνω) οὗτος παρ᾽ ἑαυτοῦ πεντήκοντα δραχμάς.

     ἀκούσας δὲ τὸ κηρυχθὲν πένης (↔ πλούσιος) τις, καὶ ζήτησιν ποιησάμενος (ποιεῖσθαι ζήτησιν: ζητεῖν) τῆς ἀγορᾶς, εὗρέ τε τὸ βαλλάντιον, καὶ, ἀπο-δοὺς  αὐτὸ, ἠξίου (< ἀξιόω) τὸν μισθὸν κομίζεσθαι (· φέρεσθαι, λαμβάνειν). ὁ δὲ ἔμπορος, —ἦν γὰρ (ὡς ἔοικεν) ἄδικος ἄνθρωπος καὶ φιλ-άργυρος,— ἐ-χάρη μὲν τὸ βαλλάντιον ἀνα-λαβὼν, τὸν δὲ μισθὸν ἀπο-τῖσαι (ἀποτίνω· ἀποδίδωμι, διαλύω) οὐκ ἐ-βούλετο...

Morice, Easy Greek Stories, 146: Los loros no apoyan la campaña.

     Καρχηδόνιός (Lat. Carthaginensis) τις ἦν ὁ Ἄννων, ἦλθε δὲ ἐπὶ τοσοῦτον ὑπερηφανίας (· ὕβρεως), ὥστε ἠξίου (ἀξιόω· αἰτέω) τέλος μηκέτι θνητὸς νομίζεσθαι ἀλλὰ θεός (οἱ μὲν ἄνθρωποι θνητοί (< θνῄσκω), οἱ δὲ θεοὶ ἀθάνατοί εἰσιν).

     βουλόμενος δὲ τὴν φήμην ταύτην περὶ ἑαυτοῦ διὰ πάσης τῆς Λιβύης κατα-σπείρειν (· καταβάλλειν; cfr σπέρμα), ἐ-μηχανήσατο (μηχανάομαι· ἐπιβουλεύω) τοιάδε.

     ὄρνιθας πολλοὺς ᾠδικοὺς* (< ᾄδω)  πριάμενος, ἔ-τρεφεν αὐτοὺς ἐν σκότῳ, καὶ ἕν τόδε μόνον ἐ-δίδασκεν αὐτοὺς λέγειν, «θεός ἐστιν Ἄννων».

ὄρνις ᾠδικός· Lat. psittăcus

     ἐπειδὴ δὲ ἐκεῖνοι, μίαν ταύτην φωνὴν ἀεὶ ἀκούοντες, ἐγκρατεῖς αὐτῆς ἐ-γένοντο, ἀφ-ῆκεν (ἀφ-ίημι· ἐάω τινὰ ἰέναι) αὐτοὺς ὁ Ἄννων, καὶ ἐ-πέτοντο ἄλλος ἄλλοσε.

     γευσάμενοι (γεύω· πειρὰν ποιεῖσθαι) δὲ ἤδη τῆς ἐλευθερίας, καὶ ἐς τὰ σύντροφα (σύντροφος: συγγενής) ἤθη (cfr Lat. ethos) πάλιν τραπόμενοι (< τρέπω), ᾖδον (< ᾄδω) πάντες τὰ οἰκεῖα ᾄσματα (< ᾄδω; Lat. cantilena

     τοῦ δὲ Ἄννωνος, καὶ τῶν ὑπ’ ἐκείνου διδαχθέντων, ὅλως ἐπ-ε-λάθοντο (< ἐπιλανθάνω· Lat. obliviscor).

Morice, Easy Greek Stories: 141. Bien merecido. Por bocazas.

     ἦν ποτε ἐν τῇ Σάμῳ ἄνθρωπός τις, ἀστεῖος (< ἄστυ· πόλις) μὲν, τῆς δὲ γλώσσης ἀ-κρατής.

     οὗτος οὖν δια-φερόμενος (διαφέρομαι· ἀγωνίζομαι) νεανίσκῳ τινὶ εὐγενεῖ, βιβλίον συν-έ-γραψεν, ἐν ᾧ ἐκεῖνον κακοῖς πολλοῖς ῥήμασιν (· λόγοις) ὠνείδισεν (ὀνειδίζω· λοιδορέω).

     πυθόμενος δὲ ταῦτα ὁ νεανίσκος, καὶ τὸ πράγμα βαρέως φέρων (βαρέως/χαλεπῶς φέρειν: Lat. aegre/graviter ferre), ἐν νῷ εἶχε τιμωρίαν (Lat. ultio, vindicta) τινὰ λαμβάνειν.

     καὶ ἐπι-τυχὼν ἐπὶ τῷ ἀνθρώπῳ ἐν τῇ ἀγορᾷ, χαλεπῶς αὐτὸν μετ-ε-χείρισε (χαλεπῶς μεταχειρίζω: κακουργέω) βακτηρίᾳ* ῥαπίζων (· κόπτω, τύπτω), καὶ ἐ-κέλευσεν αὐτὸν τὸ λοιπὸν ἀπ-έχεσθαι τῆς τοιαύτης λοιδορίας (λοιδορία· λοιδοροῦσιν οἳ ἂν κακὰ λέγωσιν ἀλλήλους μεγάλῃ τῆ φωνῇ).

βακτηρία
      ἀπο-τρέχων οὖν ἐκεῖνος ὡς (· εἰς, πρὸς) τοὺς ἄρχοντας, δίκας τούτων ᾔτει (< αἰτέω).

     οἱ δὲ ἔ-σκωπτον (σκώπτω· γελῶ καὶ ποιῶ ἄλλους γελᾶν) αὐτὸν, λέγοντες, «ὦ ἄνθρωπε, ποίων (< ποῖος) δικῶν χρῄζεις (χρῄζω· δέω); ἐκεῖνα γὰρ γράψας ἄξιος ἦσθα (< εἰμι) ῥαπίζεσθαι· ὥστε τό σοι προσ-ῆκον (· πρέπον) ἤδη ἔχεις».

Morice, Easy Greek Stories: 138. El rinoceronte.

     Διόδωρος Σικελιώτης (< Σικελία*) φησὶν εἶναι ἐν τῇ Λιβύῃ ζῷον, ὅ καλεῖται ῥινόκερως (ῥίς, κέρας),  ῥώμῃ μὲν καὶ βίᾳ παραπλήσιον (· ὅμοιον) ὄν ἐλέφαντι, τῷ δὲ ὕψει ταπεινότερον (ταπεινός ↔ ὑψηλός).

Σικελία
      τοῦτο οὖν τὸ ζῷον ἔχει τὸ δέρμα ἰσχυρότατον, φέρει δὲ ἐπὶ ἄκρων τῶν μυκτήρων (Lat. narium) κέρας σιμὸν*, τῇ δε στερεότητι (Lat. soliditate) σιδήρῳ ὅμοιον.

φέρει δὲ ἐπὶ ἄκρων τῶν μυκτήρων κέρας σιμὸν


     δια-μαχόμενον δὲ ἀεὶ πρὸς τοὺς ἐλέφαντας περὶ τῆς νομῆς*, πρῶτον μὲν πρὸς πέτραν τινὰ͵ τὸ κέρας θήγει (θήγω· ἀκονάω, Lat. acuo), συμ-πεσὸν δε ἔπειτα τῷ ἐλέφαντι, καὶ ὑπο-δυόμενον (ὑποδύομαι· Lat. subeo) ὑπὸ τὴν κοιλίαν, σπαράττει (σπαράττω· Lat. lacero) τὴν σάρκα τῷ κέρατι καθάπερ ξίφει.

νομή

      ὅταν δὲ φθάσας (< φθάνω) ὁ ἐλέφας προ-κατα-λαμβάνῃ τὸν ῥινόκερων τῇ προβοσκίδι, περι-γίγνεται (περιγίγνομαι· νικάω) ῥᾳδίως, τύπτων τοῖς ὀδοῦσι, καὶ τῇ βίᾳ πλέον ἰσχύων.

Morice, Easy Greek Stories: 135. El filósofo y el ratón.

     φιλόσοφός τις εἰς τοσοῦτον πενίας ἧκεν, ὥστε οὐδὲ σῖτον ἱκανὸν παρασκευάζεσθαι ἐδύνατο, ἀλλὰ περι-ϊὼν (< εἶμι· ἔρχομαι) τὴν πόλιν πᾶσαν, εἰ καυλούς* τινας λαχάνων εὕροι που ἀπ-ε-ρ-ριμμένους (< ῥίπτω· βάλλω), τούτους συλ-λέξας ἤσθιεν.

καυλός

      ἔ-δοξεν οὖν ἕαυτῳ παντῶν τῶν ζώντων εἶναι ἀθλιώτατος (ἄθλιος· κακοδαίμων), καὶ ἐν νῷ εἶχεν ἑαυτὸν δια-χρήσασθαι (διαχράομια· ἀποκτείνω, διαφθείρω), οἰόμενος τὸν τοιοῦτον βίον οὐκέτι ἀνεκτὸν (< ἀνέχομαι. Lat. tolerabilis) εἶναι.

     πορευόμενος δέ ποτε διὰ τῆς πόλεως, καὶ τοὺς καυλοὺς ἐσθίων, ἀποσπάσματά (· κλάσματα, μέρη) τινα αὐτῶν ἐκ τῆς χειρὸς ἀφ-ῆκεν (< ἀφ-ίημι· ἀποβάλλω). 

     εὐθὺς οὖν προς-ελθὼν μῦς τις ἀν-ήρπασε (< ἁρπάζω) τὰ ἀπο-πεσόντα (< πίπτω), καὶ κατ-έ-φαγεν. 

     ἰδὼν δὲ αὐτὸν ὁ φιλόσοφος ἐ-γένετο ἐνθυμότερος (ἔνθυμος ↔ ἄθυμος), καὶ ἔ-φη μειδιάσας (μειδιάω· Lat. subrideo), «δοκεῖ ἐκεῖνο τὸ ζῷον ἀθλιώτερόν τε ἐμοῦ εἶναι, καὶ ἅμα φιλοσοφώτερον».

Morice, Easy Greek Stories: 134. El rey más insensato de todos (2/2).

     τέως μὲν οὖν ἡσυχίαν ἔ-σχεν ὁ Κότυς, ὡς (τέως...ὡς· ἐν τούτῳ τῷ χρόνῳ) τὴν θεὸν ἐπι-μένων.

     ἐπειδὴ δὲ ἐκείνη οὐ παρ-ε-γένετο, ἔ-πεμψε δορυφόρον* τινὰ σκεψόμενον, εἰ ἐν τῇ οἰκίᾳ πού (εἰ που: Lat. si forte: ‘si por casualidad’) ἐστιν. 

δορυφόρος (δόρυ, φέρω)
      ἐπ-αν-ελθὼν δὲ αὖθις ἐκεῖνος, «ὦ βασιλεῦ» ἔ-φη, «οὐκ οἶδα ὅ τι χρὴ ἐν τῷ παρόντι ποιεῖν· ἐρευνῶν (ἐρευνάω· ζητέω) γὰρ τὴν οἰκίαν πᾶσαν, τὴν θεὸν οὐχ εὗρον ἐν-οῦσαν.»

     ἀκούσας δὲ ταῦτα ὁ βασιλεὺς ὠργίσθη (ὀργίζομαι· ἀγανακτέω), καὶ ἀκόντιον* λαβὼν ἀπ-έ-κτεινε τὸν ἄνθρωπον.

ἀκόντιον
       ἔπειτα δὲ καὶ ἄλλον ἔ-πεμψεν, ὁ δὲ ὅμοια εἰπὼν ὅμοια ἔ-παθε. 

     πεμφθεὶς δὲ τρίτος τις ἔ-φη διὰ φόβον, ὡς ἡ θεὸς ἔνδον κάθ-ηται (κάθημαι· καθίζω). ὁ δὲ βασιλεὺς οὐχ ἧσσον (ὁμοίως) ὀργισθεὶς ἀπ-έ-κτεινε καὶ τοῦτον.

Morice, Easy Greek Stories: 133. El rey más insensato de todos. (1/2)

     ὁ τῶν Θρᾳκῶν βασιλεὺς Κότυς ἦν —ὡς ἔοικε— (Lat. ut videtur) παντῶν ἀνθρώπων ἠλιθιώτατος (ἠλίθιος· μάταιος), εἴ γε ἀληθές ἐστι τόδε, ὅ περὶ αὐτοῦ μνημονεύεται.

     βουλόμενος γὰρ ἔντιμος (· ἔνδοξος) μᾶλλον φαίνεσθαι τοῖς ὑφ᾿ ἑαυτῷ, ἔ-πλασέ (πλάσσω, Lat. fingo) ποτε ψεῦδός τι γελοιότατον (γέλοιος, Lat. ridiculus), φάσκων ὡς μέλλει δὴ γαμεῖν τὴν θεὸν Ἀθηνᾶν.

     ἐπὶ τούτοις οὖν παρ-ε-σκεύασέ τε δεῖπνον μέγα, καὶ σὺν-ε-κάλεσε τοὺς ἀρίστους τῶν Θρᾳκῶν πάντας, καὶ τὸν ἱερέα ἐ-κέλευσεν ἑστάναι παρὰ τῷ βωμῷ ἡτοιμασμένον, καὶ τὰ ἄλλα πάνπα ἐ-πορίζετο (πορίζεται, Lat. sibi comparare), ὅσα ἐπιτήδεια πρὸς γάμον ἐστί.

ὁ ἱερεὺς παρὰ τῷ βωμῷ ἐστεφανωμένος
 
     συν-ῆλθον οὖν οἱ κληθέντες, καὶ ὁ βωμὸς  παρ-ε-σκεύαστο, ἔ-στη δὲ καὶ ὁ Κότυς ἐν τῇ αὐλῇ ἐ-στεφανωμένος· ἡ δὲ νύμφη εἰκότως (Lat. ut par est) οὐ παρ-ε-γένετο...

Morice, Easy Greek Stories: 132. Un astuto vendedor de pescado

     ἰχθυοπώλης τις πονηρὸς ἐν ταῖς Ἀθήναις, ἰχθῦς ἔχων σαπροὺς καὶ ξηροὺς (· ἀρχαιούς), ἐβούλετο αὐτοὺς καλλωπίζειν (· κάλους ὦπα ποιεῖν), ἵνα δοκῶσι τῷ τυχόντι εἶναι νεαλεῖς (νεαλής· νέος). 

VENDEDOR DE PESCADO. Ceramica, s. IV a. C., cratera ...
ἰχθυοπώλης

      οὐ μέντοι ἐ-τόλμησεν ὕδωρ αὐτῶν κατα-χεῖν, ὁ γὰρ νόμος ἀπ-ηγόρευε (ἀπαγορεύω· κωλύω) τοῦτο ποιεῖν. 

     πρὸς ταῦτα οὖν ἐ-μηχανήσατο τάδε. μάχην τινὰ ἐ-ποιεῖτο ἐν τῷ ἀγοραίῳ ὄχλῳ, ὥστε λοιδορίαν (< λοιδορέω· λοιδοροῦσιν οἳ ἂν κακὰ λέγωσιν ἀλλήλους μεγάλῃ τῇ φωνῇ) πολλὴν ἐν αὐτοῖς γενέσθαι, τέλος δὲ καὶ πληγάς. ἔπειτα δὲ, προς-ποιησάμενος (προσποιέομαι· Lat. simulo) τραύματά τινα δεινὰ εἰληφέναι (< λαμβάνω), ἔ-κειτο ἐν μέσοις τοῖς ἰχθῦσι, δοκῶν λιποψυχεῖν*. ἰδὼν δὲ αὐτόν τις τῶν πλησίον ἐ-βόησεν εὐθὺς, «ὕδωρ, ὕδωρ». 

λιποψυχεῖν


     καὶ πρόχουν*  ἅμα λαβὼν κατ-έ-χει ὕδωρ πολὺ τοῦ τε ἀνθρώπου καὶ τῶν ἰχθύων, ὥστε δοκεῖν ἑκείνους νεωστὶ ἑ-αλωκέναι (ἁλίσκομαι Pas. ↔ αἱρέω Act.).

πρόχοος

Morice, Easy Greek Stories: 128. Un noble arquero persa a prueba (3/3)

     ἐ-ποίει οὖν ὁ μὲν παῖς τὸ προς-ταχθὲν (· τὸ κελευόμενον), ὁ δὲ Τέλλος τῶν ὀιστῶν τὸν ἕτερον ἐκ-λέξας ἐ-στοχάζετο τοῦ μήλου

στοχάζομαι τοῦ σκόπου


     ὁ δὲ ὀιστὸς τοῦ σκοποῦ οὐχ ἥμαρτεν, ἀλλὰ, διασχίσας τὸ μῆλον, τὸν παῖδα οὐκ ἔ-τρωσεν (τιτρώσκω: Lat. vulnero, laedo).

     οἱ δὲ περιεστῶτες πάντες ἐπ-ε-θορύβουν, ὥστε ἠναγκάσθη ὁ Γεσελὴρ, καίπερ ἀχθόμενος (· χαλεπῶς γὰρ ἐφέρον) , ἀμφοτέρους ἀπο-λῦσαι.

     ἀλλ ̓οὐκ ἔ-λαθεν αὐτὸν ὁ Τέλλος ὀιστοὺς δύο (ἄνευ ἐμφάσεως· δύο ὀιστοὺς) λαβών. ἐπ-ηρώτα οὖν τὸν ἄνθρωπον, τί βουλόμενος ἐκεῖνο ἐ-ποίησεν.

     ὁ δὲ Τέλλος πρὸς ταῦτα βραχὺ μέν τι σιγὴν εἶχεν· ἔπειτα δὲ, «διά σε,» ἔ-φη, «ἐκεῖνο ἐ-ποίουν. εὖ γὰρ ἴσθι (· οἶδας, γιγνώσκεις), ὅτι εἰ τῷ ὀιστῷ τῷδε τὸν παῖδα ἔ-τρωσα, ἔ-κτεινα ἂν καί σε τῷ ἑτέρῳ».

σιγὴν ἔχε


 

Morice, Easy Greek Stories: 127. Un noble arquero persa a prueba (2/3)

     ὁ μὲν οὖν Τέλλος συλ-ληφθεὶς (< συλλαμβάνω) ὑπὸ τῶν δορυφόρων οδ’ ὁτιοῦν ἐ-ταράχθη.

     ἰδὼν δὲ ἄρα αὐτοῦ τὴν ἀφοβίαν ὁ Γεσελὴρ, ἀλλο τι ἐ-μηχανήσατο ἐπ’αὐτὸν τοιόνδε. 

      μετα-πεμψάμενος (μεταπέμπω: παρακαλέω) ἐκείνου τὸν υἱὸν, —ἦν δὲ ἔτι παῖς— ἐπὶ τῆς κεφαλῆς τούτου μῆλον ἐπ-έ-θηκε. ταῦτα δὲ ποιήσας ἐ-κέλευσε τὸν πατέρα τοξεύειν, σκοπῷ χρώμενον τῷ μήλῳ. 




      εἰ δὲ μὴ, ἠπείλησε (ἀπείλω· λεγω δράσειν τι κακὸν. Lat. minari) θανατώσειν αὐτίκα ἀμφοτέρους, τόν τε Τέλλον καὶ τὸν παῖδα αὐτοῦ.

      ὁ δὲ Τέλλος πρὸς ταῦτα εἰκότως ἐ-φοβήθη· ἐπικίνδυνον γὰρ τὸ πρᾶγμα ἦν, ἀλλ’ ὅμως ἔ-δει αὐτὸν ἐπι-χειρεῖν.

      λαβὼν οὖν τὸ τόξον καὶ ὀιστοὺς δύο, ἐ-κέλευσε τὸν παῖδα ἑστάναι ἵνα (· ὅπου) ἔ-δει, καὶ μύσαντα (< μύω) ἀκινήτως ἔχειν, ἕως ἂν αὐτὸς τὸ πρᾶγμα ἐπι-τελέσῃ.

μύω Ao. ἔμυσα


Morice, Easy Greek Stories, 126. Un noble arquero persa a prueba (1/3)

     σατράπης γενόμενος ὁ Γεσελὴρ ἐς τοσοῦτον ὕβρεως προ-ῆλθεν, ὥστε, τιάραν* ἐπὶ σκόλοπος* ἀνα-κρεμάσας (κρεμάννυμι: Lat. suspendo), ἐ-κέλευσε τοὺς παρ-ιόντας πάντας ταύτην προς-κυνεῖν.

τιάρα
  
σκόλοπες

     οἱ μὲν οὖν ἄλλοι ταῦτα ἐ-ποίουν· ἦν δὲ Τέλλος τις, τοξότης τῶν τότε ἀνθρώπων μακρῷ ἄριστος, καὶ δόξαν ἔχων ἐν τῇ πατρίδι, ὡς συνετὸς ἀνὴρ ὢν, καὶ ἅμα εὔτολμος.

     πυθόμενος ἄρα οὗτος οἷα ὁ σατράπης κελεύει, ἠγανάκτησε. παρ-ιὼν δέ ποτε παρ’ ἐκεῖνον τὸν τόπον, καὶ τὴν τιάραν ἰδὼν, οὐ μόνον αὐτὴν οὐ προς-ε-κύνησεν, ἀλλὰ καὶ ὀϊστὸν ἐπὶ αὐτῇ ἐφ-ῆκεν ἀπὸ τοῦ τόξου. 

ὁ τοξότης ἐφίησιν ὀϊστὸν ἀπὸ τοῦ τόξου (: τοξεύει) ἐπὶ σκοποῦ


     πρὸς ταῦτα οὖν ὀργισθεὶς ὁ Γεσελὴρ ἐ-κέλευσε τοὺς δορυφόρους συλ-λαβεῖν ἐκεῖνον ἐπὶ θανάτῳ.

Morice, Easy Greek Stories, 122. Duelo singular entre un Macedonio y un Ateniense (4/4)

     οὐ μέντοι ἡ τύχη εἴασε (ἐάω ↔ κωλύω) τὸν Διώξιππον ἐπὶ πολὺν χρόνον τῇ νίκῃ λαμπρύνεσθαι.

     ὅ τε γὰρ βασιλεὺς πρὸς αὐτὸν ἀλλοτρίως δι-έ-κειτο (διάκειμαι + Adv.: Lat. se gerere hōc modō), καὶ τῶν Μακεδόνων τινὲς, φθονοῦντες (< φθόνος: Lat. invidia) αὐτοῦ τῇ ἀρετῇ, ἐ-βουλεύοντο ἐς ἀδοξίαν τὸν ἄνδρα ἄγειν.

     ἔ-πεισαν (πείθω: Lat. persuadeo) οὖν διάκονόν τινα δειπνοῦντι αὐτῷ ὑπο-βαλεῖν ὑπὸ τοῦ προσκεφαλαίου* ποτήριον χρυσοῦν*·

προσκεφάλαιον

ποτήριον χρυσοῦν

     ἔπειτα δὲ προς-ποιηθέντες (προσποιέομαι· ψευδῶς ποιῶ) εὑρηκέναι αὐτὸ, καὶ ἐξ-ελόντες, ἔ-δειξαν τῷ βασιλεῖ, ὡς κρυφθὲν δὴ ὑπὸ τοῦ Διωξίππου ἐπὶ κλοπῇ.

     ὁ δὲ ἐξ-ελθὼν αὐτίκα ἐκ τοῦ πότου, καὶ γράψας ἐπιστολὴν πρὸς τὸν Ἀλέξανδρον περὶ τῶν καθ’ ἑαυτοῦ με-μηχανημένων, κελεύει τινὰς τῶν φίλων δοῦναι τῷ βασιλεῖ ταύτην, ἑαυτὸν δὲ ἐκ τοῦ ζῆν μετ-έ-στησεν (Lat. mortem sibi conscivit).

Morice, Easy Greek Stories, 121. Duelo singular entre un Macedonio y un Ateniense (3/4)

     δὶς δε ἐλασσωθεὶς (ἐλασσόω, ἠσσάω Pas. ↔ νικάω Act.) ὁ Μακεδὼν ἔ-μελλεν ἤδη σπάσεσθαι τὸ ξίφος (Lat. ensem nudare

     προ-πηδήσας δὲ ἐκεῖνος κατ-έ-λαβε τῇ μὲν ἐυωνύμῳ (εὐωνύμη: ἀριστερά ↔ δεξιά [χείρ]) τὴν ἔλκουσαν τὸ ξίφος χεῖρα, τῇ δὲ δεξιᾷ τὸν ἀντίπαλον κινήσας ἐκ τῆς βάσεως ὑπ-ε-σκέλισεν.

ὑποσκελίζω - Lat. supplanto

     ὁ μὲν οὖν ἔ-κειτο πεσὼν, ὁ δὲ ἐπι-βὰς ἐπὶ τὸν τράχηλον τῷ ποδὶ, καὶ τὸ ῥόπαλον ἀνα-τεινάμενος, ἀν-έ-βλεψε πρὸς τοὺς θεωμένους.

τράχηλος

     ἀν-ε-βόησε τοίνυν πρὸς ταῦτα τὸ πλῆθος, διὰ τε τὸ παράδοξον τοῦ πράγματος, καὶ τὴν τοῦ ἀνδρὸς ὑπερ-βάλλουσαν ἀρετήν.

     ἔπειτα δὲ κελεύει αὐτὸν ὁ βασιλεὺς τὸν Μακεδόνα ἀφ-εῖναι (ἀφίημι· ἐάω ἀπήλθειν), καὶ δια-λύσας τὸν ἀγῶνα ἀπ-αλλάσσεται (ἀπαλλάσσομαι· ἀπέρχομαι) ἀγανακτῶν.

     ὁ δὲ Διώξιπος ἀφ-εὶς (ἀφίημι) τὸν πεπτώκοτα ἀπ-ῄει (ἄπειμι) οἴκαδε ἐ-στεφανωμένος.

Morice, Easy Greek Stories, 120. Duelo singular entre un Macedonio y un Ateniense (2/4)

     προῆλθεν οὖν ἐς τὸν ἀγῶνα ὁ μὲν Μακεδὼν πολυτελέσιν (πολυτελής:  pretiosus ↔ εὐτελής: vilis) ὅπλοις κεκοσμημένος, ὁ δὲ ᾿Αθηναῖος γυμνὸς ὑπ-αληλιμμένος (< ἀλείφω· χρίω cfr. χριστὸς: unctus), ἔχων πῖλον* σύμμετρον (ἐπιεικές· congruum, aptum). 

πῖλος

     ἐ-θαύμαζον δὲ οἱ θεώμενοι πάντες ὁρῶντες ἀμφοτέρων τὴν ῥώμην, ὡσπερ-εὶ θεομαχία τις μέλλοι γίγνεσθαα καὶ ὁ μὲν Κόραγος λόγχην (· δόρυ, ἄκων) εἶχε καὶ σάρισαν Μακεδονικὴν καὶ ξίφος, ὁ δὲ Διώξιππος ῥόπαλον μόνον·

ῥόπαλον


     ὥστε τοῦ μὲν τῷ Ἄρει ὅμοιοτάτη ἡ ὅπλισις ἦν, τοῦ δὲ τῷ Ἡρακλεῖ. 

File:Relief Heracles cour Carree Louvre.jpg - Wikimedia ...
Ἄρης - Ἡρακλῆς


     ἐπειδὴ δὲ πλησίον ἐ-γένοντο ἀλλήλων, ἀκοντίζει ὁ Μακεδὼν τὴν λόγχην ἐκ συμμέτρου διαστήματος (διάστημα· μέτρον), ὁ δὲ ἕτερος παρ-εκ-κλίνας τι τὴν πληγὴν φθάνει (Lat. praevenit). ἔπειτα δὲ ὁ μὲν τὴν σάρισαν ἐπ-έ-φερεν, ὁ δὲ πατάξας αὐτὴν τῷ ῥοπάλῳ ἔ-θραυσεν.

Morice, Easy Greek Stories, 119. Duelo singular entre un Macedonio y un Ateniense (1/4)

     ὁ βασιλεὺς ᾿Αλέξανδρος ἐ-ποιεῖτό ποτε μεγάλας ἑστιάσεις (Lat. convivium) τῶν φίλων, ἐν δὲ τῷ πότῳ συν-έ-βη ἄξιον τί μνήμης γενέσθαι (inter bibendum accidit aliquid memoriā dignum).

     ἦν γὰρ ἐν τοῖς ἑταίροις Μακεδών τις, ὀνόματι Κόραγος, ῥώμῃ (ῥώμη: κράτος) τε σώματος δια-φέρων (Lat. notabilis, conspicuus) καὶ πολλάκις ἐν πολλαῖς μάχαις πε-φασμένος (< φαίνω) ἄριστος. παρ-οξυνθεὶς οὖν οὗτος ὑπὸ τῆς μέθης (· καλῶς ἔιχε μέθης) πρου-καλέσατο μονομαχῆσαι Διώξιππον τὸν ᾽Αθηναῖον, ἀθλητὴν ἄνδρα, καὶ ἐν τοῖς λαμπροτάτοις ἀγῶσιν ἐ-στεφανωμένον.

καλῶς ἔιχε μέθης


     ἐπειδὴ δὲ ὁ Διώξιππος οὐκ ἀν-έ-νευσεν (Lat. renuit, recusauit), ἔ-ταξεν ὁ βασιλεὺς ἡμέραν τῆς μάχης.

     συν-ῆλθον οὖν πολλαὶ μυριάδες ἀνθρώπων ἐπὶ τὴν θέαν, καὶ οἱ μὲν Μακεδόνες καὶ ὁ βασιλεὺς ὑπ-ῆρχον (Lat. favebant) τῷ Κοράγῳ εἰκότως (Lat. ut par erat) κατὰ τὸ ὁμό-φυλον, οἱ δὲ Ἕλληνες αὖ τῷ Διωξίππῳ.

Morice, Easy Greek Stories, 118. Llegó león y salió zorro

     Λύσανδρος ὁ Λακεδαιμόνιος, ἕως ἐν τῇ ἑαυτοῦ πατρίδι ἦν, τοὺς τοῦ Λυκούργου νόμους πολλῇ σπουδῇ δι-ε-φύλασσε.

     μέτριαν (μέτριος· μέτριά ἐστι τὰ μέτρον ἔχοντα καὶ οὐκ ἄνευ μέτρου ὄντα) τε γὰρ τὴν δίαιταν εἶχε, καὶ ἐ-γυμνάζετο ἐν τῇ παλαίστρᾳ, τρυφῆς δε καὶ ἀκολασίας (Lat. luxus et intemperantia) πάσης ὅλως ἀπ-είχετο· ὥστε ἔ-δοξε πᾶσιν ἀγαθὸς ἀνὴρ εἶναι καὶ ἐπιμελὴς (· σπουδαῖος) περὶ τοὺς νόμους.

     ἐπειδὴ μέντοι ἀφίκετο εἰς τὴν ᾿Ασίαν στρατηγῶν, οὐχ ὅμοια ἐ-ποίει· ἀλλ’ ἀπ-έ-στη (ἀφίστημι· ἀπέρχομαι) τοῦ πατρίου τρόπου, καὶ πρὸς ἡδονὰς παντοίας ἀπο-κλίνων ἐ-γένετο αὐτῶν τῶν Ἰώνων τρυφερώτερος.

     ἰδοῦσα οὖν αὐτὸν πρὶν (Lat. aliquando) μὲν σπουδαῖον ἄνδρα γενόμενον, νῦν δὲ οὐκέτι, εἶπε γυνή τις, ὅτι λέων ἀφ-ικόμενος ἐκ τῆς Ἐλλάδος γέ-γονεν ἐν τῇ Ἀσιᾳ ἀλώπηξ.


Morice, Easy Greek Stories, 117. Licurgo y la parábola de los dos cachorros (2/2)

     τοσαῦτα μὲν οὖν ὁ Λυκοῦργος εἶπε.


     μετὰ δὲ ταῦτα, στῆσας παρ’ αὐτοῖς  λαγών τινα καὶ ἅμα ὄψα, μεθ-ῆκε (< μεθίημι· ἐάω ἀπελθεῖν) τοὺς σκύλακας ἀμφοτέρους ἐπὶ τὰ ἐ-σκευασμένα (· τοῦτ’ ἐστιν, ἐπὶ τὸν λαγών τε καὶ τὰ ὄψα).

     εὐθὺς  οὖν ὁ μὲν κατ’ οἶκον τραφεὶς ὥρμησεν (ὀρμάω· ἐπιβάλλομαι) ἐπὶ τὰ ὄψα· 

     ὁ δὲ ἕτερος, ἀμελήσας τούτων (ἀμελέω τούτου· ἀπολείπω τοῦτον), κατ-έ-λαβε τὸν λαγὼν, καὶ ἐ-σπάραξεν (σπαράσσω, Lat. discerpo) αὐτὸν.

     δείξας δὲ καὶ ταῦτα ὁ Λυκοῦγος ἔλεξε τοιάδε.
     «ὁρᾶτε μὲν, ὦ ἄνδρες Σπαρτιᾶται, τοὺς σκύλακας, οἷα ἑκάτερος ποιεῖ. δεῖ δὲ ὑμᾶς νομίζειν, ὅτι οὐ μνον ἐν κυσίν, ἀλλὰ καὶ ἐν ἀνθρώτοις, τὸ τοιόνδε φιλεῖ (εἴωθα, Lat. solet) γίγνεσθαι.

     οἱ μὲν γὰρ εἰς φιλοπονίαν πε-παιδευμένοι ἐκ-βαίνουσιν ἀνδρεῖοι. οἱ δὲ τρυφερῶς (< τρῦφαι· Lat. deliciae) ζῶντες μαλακοί τε γίγνονται καὶ ἄχρηστοι.»

Morice, Easy Greek Stories, 116. Licurgo y la parábola de los dos cachorros (1/2))

     βουλόμενος ὁ Λυκοῦργος προ-τρέπειν τοὺς Σπαρτιάτας πρὸς ἀρετῆς ἐπιτηδεύματα (· μελετήματα) ἐ-νουθέτησεν (νουθετέω· μέμφομαι) αὐτοὺς ὧδε. 

     δύο σκύλακας* λαβὼν ἀπὸ τῆς αὐτῆς μητρὸς, ἔ-τρεφε χωρὶς ἀλλήλων (ἕτερος ἄνευ ἑτέρου) ἤθεσιν (τὸ ἦθος cfr. ethos) ἀνομοίοις. 

δύο σκύλακες

    τὸν μὲν γὰρ κατ’ οἶκον ἔ-σωζεν, ὄψα τε διδοὺς καὶ ἄλλην τρυφὴν·
    τὸν δὲ ἠνάγκαζε θηρᾶν λ
αγὼς ἐν τοῖς ὄρεσι.

λαγώς

     καὶ ἐ-γένετο ἑκάτερος ἐν χρόνῳ ὅμοιος τῇ τροφῇ· τούτους οὖν τοὺς σκύλακας ἔχων παρ-ῆλθεν ὁ Λυκοῦργος ἐς τὸ κοινόν· δείξας δὲ αὐτοὺς, 
     «οἵδε γε», ἔ-φη, «οἱ σκύλακες τῆς αὐτῆς μητρός εἰσιν. ἐπειδὴ δὲ ἐναντίως ἀλλήλοις τε- θραμμένοι εἰσί, διὰ ταῦτα ἀνόμοιοι ἐκ-βεβήκασιν (< ἐκβαίνω). ὁ μὲν γὰρ αὐτῶν ἀγαθός ἐστιν· ὁ δὲ πρὸς πάντα ἀχρεῖος (· ἀδύνατος).» 


Morice, Easy Greek Stories, 109. La discusión de dos poetas

τε-θνηκότες ποτε ποιηταὶ δύο ἐν Ἅιδου [sc. οἴκῳ] ἐ-στασίαζον (στασιάζω· λόγοις μάχομαι)·

ἔ-φη γὰρ ἑκάτερος (Lat. uterque), ὡς κράτιστος πάντων ποιητῶν αὐτός ἐστι. τούτου οὖν τοῦ πράγματος τήν κρίσιν κοινῇ (· ἅμα) ἐπ-έ-τρεπον τῷ Διονύσῳ, ἐπεὶ ἐ-δοκεῖ ἐκεῖνος τῆς μουσικῆς ἔμπειρος (cfr. Lat. peritus) εἶναι.

Dionysos

ὁ μὲν οὖν ἕτερος (Lat. alter) τῶν ποιητῶν ἔ-φη, δεῖν ἑκάτερον προ-φέρειν τὰ ἑαυτοῦ ποιήματα, ἵνα ἀνα-γνοὺς αὐτὰ ὁ Διόνυσος ἔχοι (ἔχειν· δύνασθαι) εἰπεῖν, ὁπότερος (Lat. uter) κρείσσων εἴη.

ὁ δὲ ἕτερος ἀντ-εῖπεν, «ὦ μιαρὲ σὺ! οὐκ ἐξ ἴσου (δικαίως) ἀγωνιούμεθα, ἢν (· ἐὰν) ἐκεῖνά γε ποιῶμεν. τὰ γὰρ σὰ ποιήματά σοι συν-τέ-θνηκεν, ὥστε ἕξεις αὐτὰ προ-φέρειν. τὰ δὲ ἐμὰ οὐκ ἐνθάδε (· ἐν Ἅιδου) ἐστὶν, ἀλλ’ ἄνω ἐπὶ τῆς γῆς· ἔστι γὰρ ἀθάνατα.»

Morice, Easy Greek Stories, 108. Le dieron gato por liebre... (5/5)

ἀφ-ικόμενος δὲ ἐκεῖσε (οἴκαδε), 

“ὦ δέσποτα,” ἔ-φη, “θαυμάσια ἐγὼ πέ-πονθα ἐν τῇ πόλει. ὁ γὰρ λαγὼς ὅδε, ὅνπερ ἔ-πεμψας, οὐκέτι λαγώς ἐστιν, ἀλλ’ αἴλουρος”.


καὶ τὴν κίστην ἀν-οίξας, “ὦ Ζεῦ,” ἔ-φη, “τί ὁρῶ; μετα-πέ-πλασται γὰρ αὖθις, ὡς ἔοικεν, εἰς λαγών.”


θαυμάσας οὖν ὁ δεσπότης, “ὦ οὗτος”, ἔ-φη, “οὐ παύσει φλυαρῶν; (· παύου φλυαρῶν, μὴ φλυαρεῖς | φλυαρέω· Lat. nugari) δοκεῖς δέ μοι πάντων ἀνθρώπων εἶναι ἀφρονέστατος. νῦν οὖν ἄπ-ιθι (< ἄπειμι) πάλιν ὡς τάχιστα εἰς τὴν πόλιν, καὶ τόν λαγών τόνδε πρός-φερε τῷ Καλλικλεῖ, ὥσπερ σε καὶ τότε ἐ-κέλευσα.” 


ὁ δε, “ὦ δέσποτα”, ἔ-φη, “μηδαμῶς ταῦτα κελεύσῃς. δέ-δοικα (φοβέομαι), γὰρ μὴ γένωμαι καὶ αὐτὸς αἴλουρος, ἐὰν ἐκεῖσε πάλιν ἐπ-αν-ίω (< ἐπ-άν-ειμι· ἐπανέρχομαι).”

Morice, Easy Greek Stories: 107. Le dieron gato por liebre... (4/5)

     δι-ε-νοεῖτο οὖν ὁ οἰκέτης οἴκαδε (·εἰς τὴν οἰκίαν) πάλιν ἀπ-ιέναι.

     ἀνα-παυσάμενος δὲ αὖθις ἐν τῷ πανδοκείῳ, ἐκείνοις τοῖς ἀστείοις αὖθις ἐπ-έ-τυχε, καὶ τὸ πρᾶγμα δι-ηγήσατο. οἱ δὲ ἀκούσαντες ἔ-φασκον, ὡς «φιλεῖ (· εἴωθα, Lat. solet) τὰ τοιαῦτα γίγνεσθαι ἐν τῇ πόλει· ὁ γὰρ ἐκεῖ ἀὴρ δύναμίν τινα ἔχει τοιάνδε, ὥστε λαγώς ἀεὶ εἰς αἰλούρους μετα-πλάσσειν.»

     δια-λεγόμενοι δὲ περὶ τούτων, λάθρᾳ αὖθις τὴν κίστην ἀπο-φέρουσι, καὶ, ἐξ-ελόντες (αἱρέω, εἶλον Ao II: λαμβάνομαι) τὴν αἴλουρον, τὸν λαγὼν πάλιν ἐν-τιθέασιν. ὁ δὲ οἰκέτης οὐδὲ τούτων οὐδὲν ἐ-νόησεν (νοέω· αἰσθάνομαι).

Resultado de imagen de gato por liebre
     ἀπ-ῆλθεν οὖν ἐκ τοῦ πανδοκείου, λαγὼν μὲν ἐν τῇ κίστῃ φέρων, οἰόμενος δὲ αὐτὸν αἴλουρον εἶναι. καὶ ἀσπασάμενος (ἀσπάζομαι· Lat. saluto) τοὺς ξένους οἴκαδε ἀπ-ῄει (εἶμι).

Morice, Easy Greek Stories: 106. Le dieron gato por liebre... (3/5)

     προς-ελθὼν οὖν ὁ οἰκέτης πρὸς τὴν τοῦ Καλλικλέους οἰκίαν ἔ-λεξε (· εἶπε) τοιάδε· «ὦ κύριε, ἥκω (· βέβηκα < βαίνω) σοι δῶρον φέρων παρᾶ του ἐμοῦ δεσπότου Διοτίμου· τὸ δὲ δῶρόν ἐστι λαγώς.»

     τοσαῦτα δε εἰρηκὼς (·εἰπὼν) ἀν-έ-ῳξε (ἀνοίγω) τὴν κίστην, ἡ δὲ αἴλουρος ἐξ αὐτῆς ἐξ-ε-πήδησεν. ἰδὼν δὲ τὴν αἴλουρον ὁ μὲν οἰκέτης ἐς ἀπορίαν πολλὴν ἔ-πεσε (ἐς ἀπορίαν πίπτω· ἀπορέω, ὀκνέω), 

Resultado de imagen de gato por liebre

     γελάσας δὲ ὁ Καλλικλῆς, «ὦ ἄνθρωπε,» ἔ-φη, «δοκεῖς μοι ἢ μωρός (· φαῦλος, ἁπλοῦς) τις εἶναι ἢ πανοῦργος (· μιαρός). οὔτε γὰρ ἐκεῖνο τὸ ζῷον λαγώς ἐστιν, οὔτε ἔ-τεμψέ σε ὁ Διότιμος φέροντά μοι τὸ τοιοῦτον δῶρον, οὐ γὰρ ὧδε μαίνεται.»

     ἐ-κέλευσεν οὖν τὸν ἄνθρωπον, ἀνα-λαβόντα τὴν αἴλουρον, ἀπ-ιέναι (ἄπειμι· ἀπέρχομαι) εὐθὺς ἐκ τῆς οἰκίας.

Morice, Easy Greek Stories: 105. Le dieron gato por liebre... (2/5)

     ἔ-τυχον δὲ πίνοντες τότε ἐν τῷ πανδοκείῳ ἀστεῖοί (ἀστεῖος < ἄστυ ↔ ἄγροικος < ἀγρός) τινες ἄνθρωποι. καὶ αἰσθόμενοι τὸν οἰκέτην (οἰκέτης· οἱ ἐν οἰκία δοῦλοι) ἄγροικόν τινα ὄντα καὶ εὐήθη (εὖ - ἦθος· ἁπλοῦς), δι-ε-νοοῦντο παίζειν τι πρὸς αὐτόν.

     προς-ελθόντες οὖν τινὲς τούτων πρὸς τὸν ἄνθρωπον, ἔ-πινόν τε μετ᾽αὐτοῦ, καὶ ἐς λόγους αὐτῷ ἀφ-ίκοντο (ἀφικνέομαι τινὶ ἐς λόγους: ὁμιλέω τινὶ, διαλέγομαί τινί).

     ἄλλοι δέ τινες ἐν τῷ μεταξὺ (· ἐν τούτῳ), τῆν κίστην λάθρᾳ ἀνοίξαντες, τὸν μὲν λαγὸν ἐξ-αιροῦσιν, αἴλουρον δέ τινα ἐν-θέντες εἰς αὐτὴν, τὰ σήμαντρα αὖθις προς-άπτουσιν (· τὸ θυρίδιον [< θύρα] κλείουσιν). ὁ δὲ οἰκέτης οὐκ αἰσθόμενος οἷα ἐκεῖνοι ποιοῦσιν, ἔ-πινε τε ἡσυχῆ, καὶ τοῖς ξένοις δι-ε-λέγετο.

Resultado de imagen de gato por liebre


     ἐπειδὴ δὲ ἔ-δοξεν ἑαυτῷ ἅλις (cfr. Lat. satis) τούτων ἔχειν, ἀν-έ-λαβεν αὖθις τὴν κίστην, καὶ, ἀπ-ελθὼν ἐκεῖθεν, ἀφ-ίκετο εἰς τὴν πόλιν.