Mostrando entradas con la etiqueta Homerica. Mostrar todas las entradas
Mostrando entradas con la etiqueta Homerica. Mostrar todas las entradas

El inicio de la Iliada

      Ὁ Χρύσης, ἱερεὺς τοῦ Ἀπόλλωνος, προσέρχεται τῷ τῶν Ἀχαιῶν στρατοπέδῳ καὶ ἱκετεύει τοὺς βασιλέας λύειν τὴν θυγατέρα καὶ φέρει δῶρα τοῖς βασιλεῦσιν.

Imagen relacionada



     Οἱ μὲν ἄλλοι Ἀχαιοὶ κελεύουσι δέχεσθαί τε τὰ δῶρα καὶ λύειν τὴν παρθένον, ὁ δ’ Ἀγαμέμνων ὑβρίζει τὸν γέροντα καὶ φοβεραῖς ἀπειλαῖς (lat. minae, ἀπειλή· ὅ λέγει τις ὑπισχνούμενος κακόν τι δώσειν) ἀπελαύνει τοῦ στρατοπέδου.

     Ὁ δὲ ἱερεὺς φόβῳ μὲν πείθεται τῷ βασιλεῖ καὶ ἀπέρχεται , ἔπειτα δὲ εὔχεται τὸν θεὸν κολάζειν τοὺς Ἀχαιούς. Ὁ δὲ Ἀπόλλων ἀκούει τοῦ ἱερέως τῆς εὐχῆς καὶ λοιμὸν (lat. pestis) πέμπει τοῖς Ἕλλησι.

      Λέγει γὰρ Ὅμηρος τὸν θεὸν καταβαίνειν τοῦ Ὀλύμπου καὶ καθίζεσθαι ἐγγὺς τῶν νεῶν καὶ βάλλειν τοῖς τόξοις πρῶτον μὲν τοὺς ὀρέας (ὀρεύς· ἡμίονος) καὶ τοὺς κύνας, ἔπειτα δὲ καὶ τοὺς στρατιώτας καὶ ἐν τῷ στρατοπέδῳ τὰς πυρὰς καίεσθαι συχνάς (συχνός· πολύς).

Ulises y Polifemo

     Κύκλωπες, γένος ἄγριον καὶ ὠμόν (· οὐχ ἥμερος), ᾤκουν (< οἰκέω) ἄντρα παρὰ τῇ θαλάσσῃ ἐν τῇ πρὸς ἕω (· πρὸς ἀνατολάς) ἀκτῇ τῆς Σικελίας νήσου. Καὶ εἶχον μὲν δεινὴν ἰσχὺν σώματος, μονόφθαλμοι δὲ ἦσαν. Ποιμένες δὲ ἦσαν καὶ ἀπὸ οἰῶν (· προβάτων) καὶ ἰχθύων κρέως ἐβιότευον. Κύριοι δὲ ἦσαν τῶν ὀρῶν καὶ τῶν ναπῶν (τὸ νάπος· ὀρεινὸς ὑλώδης τόπος).

 Ὀδυσσεύς ποτε ἧκε εἰς τὴν τῶν Κυκλώπων χώραν σὺν ἑταίροις καὶ εἰσήλθε εἰς τὸ τοῦ Πολυφήμου ἄντρον, Ποσειδῶνος υἱοῦ, καὶ ἔφερε δῶρα ξενίας τῷ Κύκλωπι οἴνου ἀσκόν. Ὁ δὲ ἀνόσιος (
· ἀσεβές) Πολύφημος οὐκ ἐσέβετο τοὺς ξένους καὶ συνέκλειε τὸν Ὀδυσσέα σὺν τοῖς ἑταίροις ἐν τῷ ἄντρω, ἐνίους δὲ καὶ ἀπέκτεινε καὶ ἤσθιεν.

Resultado de imagen de odre
ὁ ἀσκός


Ὁ δὲ δολερὸς (< δόλος) Ὀδυσσεὺς παρῆγε τὸν Πολύφημον ὧδε· προσφέρει γὰρ οἶνον τῷ Κύκλωπι· ὁ δὲ Κύκλωψ πίνει καὶ μηθύσκεται καὶ εἰς ὕπνον πίπτει. Ὁ δὲ Ὀδυσσεὺς μοχλῷ διαπύρῳ τὸν τοῦ Πολυφήμου ὀφθαλμὸν διαφθείρει καὶ ἐκφεύγει τὸν ἄντρον σὺν τοῖς ἑταίροις.

Resultado de imagen de ulises y polifemo



Zouke, Anagnostikon: 42. Αἰνείου εὐσέβεια


    Οἱ ἡγεμόνες τῶν ῾Ελλήνων μετὰ τὴν ᾽Ιλίου ἅλωσιν (ἅλωσις < ἁλίσκομαι) ἔλεγον τοῖς στρατιώταις· «Ἄνδρες στρατιῶται, φειδώμεθα (· μὴ ἀποκτείνωμεν) τῶν ἁλισκομένων (· τῶν αἰχμαλώτων) καὶ λογιζώμεθα, μὴ ἄδικα φαινώμεθα ἐργαζόμενοι· οὕτω γὰρ ἂν τοὺς θεοὺς εὐμενεῖς ἔχοιμεν καὶ ἀσφαλεῖς ἂν οἴκαδε διαπορευοίμεθα». Τοῖς δὲ Τρωσὶν ὀλοφυρομένοις (· κλαίουσιν) ἔλεγον· « ῏Ω Τρῶες, νικηταὶ μέν ἐσμεν, ἐπιτρέπομεν δ’ ὑμῖν φέρεσθαι ὅ,τι ἂν βούλησθε τῶν οἰκείων. Μὴ οὖν ὀδύρεσθε, ἀλλὰ κομίζεσθε ἕν τι τούτων καὶ φεύγετε». 

  Imagen relacionada





Πάντες μὲν τότε οἱ ἄλλοι ἐκομίζοντό τι τῶν οἰκείων. Αἰνείας δὲ μόνος τοὺς πατρῴους θεοὺς λαβὼν ἔφερεν ἐπὶ τῶν ὤμων ὑπεριδὼν (< ὑπεροράω· περιφρονέω) τῶν ἄλλων. Οἱ δ’ Ἕλληνες ἡδόμενοι ἐπὶ τῇ τοῦ ἀνδρὸς εὐσεβείᾳ (εὐσεβεία· lat. pietas) ἐπέτρεψαν αὐτῷ φέρεσθαι καὶ δεύτερον κτῆμα. ῾Ο δὲ τὸν γέροντα πατέρα ἀναλαβὼν τοῖς ὤμοις ἀπῆλθεν. Οἱ δ’ ῞Ελληνες ἐξ-επλήττοντο οὐχ ἥκιστα ἐπὶ τούτῳ καὶ πάντα ἐπέτρεψαν λαμβάνειν. Οὕτω ἐν τιμῇ εἶχον (· ἐτίμων) τοὺς πρὸς τοὺς θεοὺς καὶ τοὺς γονέας εὐσεβεῖς γιγνομένους.

Resultado de imagen de hombro
ὁ ὦμος : lat. humerus