Mostrando entradas con la etiqueta Diogenes. Mostrar todas las entradas
Mostrando entradas con la etiqueta Diogenes. Mostrar todas las entradas

Morice, Easy Greek Stories: 102. Diógenes, ¿por qué no te mueres?

ὁ Διογένης ἤλγει ποτε τὸν ὦμον*, ἢ τραυματισθεὶς, ἢ δι᾽ ἄλλην τινά αἰτίαν. 
Resultado de imagen de hombro
ἤλγει ποτε τὸν ὦμον

ἐπεὶ δὲ ἐ-δόκει σφόδρα λυπεῖσθαι, ἀνθρωπός τις ἔ-σκωπτεν αὐτὸν, ἐχθρὸς (· οὐκ ἀγαθός) ὢν.

καὶ ἄλλα πολλὰ λοιδορησάμενος (λοιδοροῦσιν οἳ ἂν κακὰ λέγωσιν ἀλλήλους μεγάλῃ τῇ φωνῇ) τῷ φιλοσόφῳ, τέλος εἶπε καὶ τόδε·


«τί (· διὰ τί) οὖν οὐκ ἀπο-θνήσκεις, ὦ Διόγενες, καὶ σεαυτὸν ἀπαλλάσσεις (· ἐλευθερῴς) τῆς λύπης;»


ἀντ-εῖπε δὲ οὖν ἐκεῖνος,


«ὦ ἄνθρωπε, εἴ τις οἶδεν (· γιγνώσκει) ἃ δεῖ πράσσειν ἐν τῷ βίῳ, καὶ ἃ δεῖ λέγειν, τούτῳ ζῆν προς-ήκει (προσήκει· πρέπει). σοὶ μὲν οὖν καλῶς ἔχει ὅτι τάχιστα ἀπο-θανεῖν, δῆλος γὰρ εἶ οὐκ εἰδὼς τὰ τοιαῦτα (δῆλόν ἐστι... ὅτι οὐκ οἶσθα...), ἐπεὶ ἀπρεπέστατά (· ἅ οὐδαμῶς πρέπει) γε νῦν καὶ λέγεις καὶ πράσσεις. ἐμοὶ δὲ, ὡς ἐκεῖνα εἰδότι, πρέπει ζῆν.»

Zouke, Anagnostikon: 28. Διογένης καὶ δοῦλος

῎Επηλύς (: ξένος) ποτε πένης (↔ πλούσιος, ἀφνειός) εἰς Ἀθήνας γίγνεται καὶ δοῦλος τῷ φιλοσόφῳ Διογένει προσέρχεται. Τῷ δὲ χρόνῳ ἀποφαίνεται βλὰξ (: μαλακός) καὶ ἅρπαξ ἅμα. Τοῦτον οὖν Διογένης διὰ τὸ βλᾶκα καὶ ἅρπαγα εἶναι δὶς (2x) καὶ τρὶς (3x) τῆς ἠμέρας ἔδερε (< δέρω)· τὸ γὰρ ἦθος ὅμοιος τετράποσι θηρίοις ἦν. ῾Ο δὲ δοῦλος ἄπ-ελπις ἐκ τούτου ἦν (: ἀπελπίζω) καὶ κρύφα (: λάθρᾳ, ἐν τῇ σκοτίᾳ, ἐν τῷ κρυπτῷ) ἐκ τοῦ οἴκου φεύγει.

Imagen relacionada

 Διογένης δ’ ὅμως τὸν φυγάδα (φυγάς: lat. profugus) οὐ διώκει (διώκω: καταγγέλλω εἰς τὸ δικαστήριον, ἄγω ἐπὶ τοὺς δικαστάς) «αἰσχρὸν γάρ», ἔλεγε, «τὸν μὲν δοῦλον ἄνευ τοῦ Διογένους ὑπομένειν (lat. sustinere) διάγειν (διάγω· τὸν βίον διάγω, ζῶ), Διογένη δ’ ἄνευ τοῦ δούλου οὔ».

Zouke, Anagnostikon: 24. Διογένης καὶ Κορίνθιοι

Ὅτε Φίλιππος ἐπεβούλευε (ἐπιβουλεύω: ‘planear’, ‘maquinar’) τοῖς Κορινθίοις καὶ παρεσκευάζετο ἐπελαύνειν (ἐπελαύνω: ἐπέρχομαι) τῇ πόλει αὐτῶν, οἱ ἄρχοντες παρεκελεύοντο (< παρα-κελεύομαι) τοῖς πολίταις τὸ τεῖχος ἐπισκευάζειν (lat. reficere). Οἱ δὲ ἐμιμνήσκοντο (μιμνήσκομαι : ἐνθυμοῦμαι, ἀναλογίζομαι) μὲν τῆς παλαιᾶς δόξης, ὅτι πρώτη τῶν ῾Ελληνίδων (Ἑλληνίς f.: ´Ἑλλην m.) τῆς πόλεων ἦν, μετελάμβανον (μεταλαμβάνω: λαμβάνω μέρος) δὲ τοῦ ἔργου· καὶ ὁ μὲν προσέφερε τοῖς τειχοποιοῖς λίθους, ὁ δ’ ὑπεστήριζε (ὑποστηρίζω: ‘sostener, apuntalar’) τὴν ἔπαλξιν (< ἐπ-ἀλέξω: lat. defensio), οὐδεὶς δ’ ἔληγε (λήγω: παύω) τοῦ ἔργου πρὸ τῆς ἑσπέρας. ῾Ωμοίαζεν οὖν ἡ πόλις ἐργαστηρίῳ καὶ οἱ ἄνδρες ἐπεμέλοντο (ἐπιμελέομαι: lat. curo) τῶν τε ὅπλων καὶ τῆς ἀμύνης (ἄμυνα: ἔπαλξις).
ὁ Διογένης ὁ Κυνικός ἐν τῷ πίθῳ

Διογένης δ’ ὁ φιλόσοφος, ἐπεὶ οὐδεὶς αὐτῷ ἔλεγε μεταλαμβάνειν τοῦ ἔργου, ἐκύλιε (κυλίω: 'hacer rodar') καὶ αὐτὸς τὸν πίθον ἐχόμενος (ἔχομαι: συγκρατέω) αὐτοῦ στερρῶς. Ὅτε δέ τις τῶν φίλων λέγει αὐτῷ «διὰ τί  κυλίεις, ὦ Διόγενες, τὸν πίθον; », ἀποκρίνεται «ἵνα μὴ μόνος ἀ-μέτοχος (< μετέχω: μεταλαμβάνω) τῆς ἐργασίας ᾦ».