Mostrando entradas con la etiqueta Moralia. Mostrar todas las entradas
Mostrando entradas con la etiqueta Moralia. Mostrar todas las entradas

Morice, Easy Greek Stories, 152: Como los perros. El castigo de los que calumniadores e injuriosos.

     βασιλεύς τις, αἰσθόμενος τοὺς πολίτας λοιδοροῦντας (λοιδοροῦσιν οἳ ἂν κακὰ λέγωσιν ἀλλήλους μεγάλῃ τῇ φωνῇ) πολλάκις  ἀλλήλους, βουλόμενος δὲ παύειν αὐτοὺς τῆς τοιαύτης αἰσχρο-λογίας, νόμον ἔ-θηκεν (τίθημι) αὐτοῖς τοιόνδε.

     ὁπότε τις ἁλοίη (ἁλίσκομαι pas. ↔ αἱρέω act.) διαβάλλων (διαβάλλω· λοιδορέω) τὸν πλησίον, ἔ-δει  τοῦτον κατ-ιέναι ἐς τὸ δικαστήριον, βαδίζοντα —ὥσπερ ζῶον τετράπουν— ἐπὶ τῶν ποδῶν καὶ τῶν χειρῶν, λέγειν δὲ ἔπειτα τοιάδε, προς-κυνήσαντα (< προσκύνησις) ἐκεῖνον, ὅνπερ ἔ-τυχε λοιδορήσας,

βαδίζειν ἐπὶ τῶν ποδῶν καὶ τῶν χειρῶν

 
    «ὦ δέσποτα, ἐπειδὴ ἔ-δοξέ μοι δάκνειν (Lat. mordere) σε, καὶ κυνὶ ἐμαυτὸν ἀφ-ομοιοῦν (· ὅμοιος γίγνεσθαι), ἄξιος εἰμι βαδίζειν τε ὧδε ἐπὶ τεσσάρων σκελῶν, καὶ τὰ ἄλλα πάντα ποιεῖν τε καὶ πάσχειν, ἅπερ καὶ τοῖς κυσὶ προς-ήκει (· πρέπει)».


    τοσαῦτα δὲ εἰρηκότα ἔ-δει αὐτὸν ὑλακτεῖν (Lat. latrare) τρὶς, κυνὸς δίκην (Lat. instar), καὶ ἀπ-ελαύνεσθαι ἀπὸ τοῦ δικαστηρίου.

Zouke, Anagnostikon: 62. Φιλάργυρος

φιλαργυρία μητρόπολις πάντων τῶν κακῶν.

Φιλάργυρος, ἐπεὶ ἐν ξένῃ γῇ πολλὰ ἔτη εἴργαστο (ἐργάζομαι), οὐσίαν (οὐσία· κτήματα καὶ χρήματα) πολλὴν ἐκέκτητο (κτάομαι). ᾽Εληλυθὼς δ’ οἴκαδε τὸ μὲν πρῶτον ἑώρταζε (< ἑορτή: lat. festum) τὴν ἐπάνοδον. ᾽Επεὶ δ’ ἑώρα (ὁράω) πολλοὺς πειρωμένους κοινωνοὺς τῆς οὐσίας γενέσθαι (κοινωνὸς γίγνομαι· μετέχω), ἡσυχίαν οὐκ εἶχεν· ὁ γὰρ κίνδυνος τῆς οὐσίας οὐκ εἴα (ἐάω) αὐτὸν καθεύδειν.
βῶλος χρύσεος


Ποιεῖται οὖν τὴν οὐσίαν χρυσοῦν βῶλον καὶ ὠνεῖται ἀγρόν, ἐν ᾧ τάφρον (< θάπτω) ἀνέῳξε (ἀνοίγω) καὶ ἐν ταύτῃ τὸ χρυσίον κατώρυξε (κατορύσσω). Καθ’ ἑκάστην δ’ ἐπεσκοπεῖτο (ἐπισκοπέομαι) τὸν κατορωρυγμένον χρυσόν. ῾Ημέραν τινὰ δ’ ὅμως ἐπέσπετό (ἐπὶ•ἕπομαι) τις αὐτῷ καὶ ὑποπτεύσας (ὑποπτεύω· lat. suspicor, observo) τὸν φιλάργυρον χρυσίον κατορωρυχέναι, ἦλθε νυκτὸς καὶ ἀφείλετο (ἀπὸ•αἱρέω) τοῦτο. Τῇ δ’ ὑστεραίᾳ ἐλθὼν ὁ φιλάργυρος καὶ ἰδὼν τὴν τάφρον ἀνεῳγμένην (ἀνοίγω) καὶ ἀπολωλότα (ἀπόλλυμι) τὸν χρυσὸν ὠδύρετο (ὀδύρομαι), ὅτι ἐξελήλεκτο (ἐξελέγχω· δηλόω) ἀνόητος ὤν. ᾽Ιδὼν δέ τις αὐτὸν καὶ πυθόμενος τὴν αἰτίαν λέγει αὐτῷ· « Μὴ ἀθύμει· ὁ χρυσός, ὃν ἐκ τῆς ξένης ἐνηνόχεις (φέρω) καὶ ἐν τῇ τάφρῳ κατωρωρύχεις, οὐδενὸς ἄξιός ἐστι· τὸ γὰρ κατορωρυγμένον χρυσίον ἀπολωλός σοι ἦν· οὐδὲν τοίνυν ἀπολώλεκας. Λίθον λαβὼν κατόρυξον καὶ ἀντὶ τοῦ χρυσίου ἕξεις ».

Zouke, Anagnostikon: 47. Μειράκιον ᾽Ερετρικόν

Μειράκιον ᾽Ερετρικὸν διέτριψε [χρόνον] παρὰ Ζήνωνι τῷ φιλοσόφῳ, ἕως εἰς ἄνδρας ἀφίκετο. 

βρέφος, νήπιος, παῖς, μειράκιον, νέος, ἀνήρ, πρεσϐύτης


Ἐρέτρια, πόλις ἐν τῇ νήσῳ τῇ καλουμένῃ Εὐβοίᾳ

῞Υστερον δ’ οὗτος εἰς ᾽Ερέτριαν ἦλθεν. ῾Ο δὲ πατὴρ ἤρετο (<ἔρομαι· ἐρωτάω) αὐτόν, εἰ μάθοι σοφόν τι ἐν τῇ τοιαύτῃ διατριβῇ (· τόπος ἐν ᾧ τινες μανθάνουσιν) παρ’ ἐκείνῳ τῷ φιλοσόφῳ. ῾Ο δ’ἔφη δείξειν τοῦτο. Ὅτε γάρ ποτε ὁ πατὴρ ὠργίσθη (< ὀργίζομαι · ἀγανακτέω) αὐτῷ καὶ τέλος ἔπαισεν (< παίω· τύπτω) αὐτόν, ἡσυχίαν δὲ ἄγων εἶπεν· «῏Ω πάτερ, τόδε μεμάθηκα· τοιοῦτός σοι εἶναι, ὥστε σοι τηλικούτῳ (τηλικοῦτος < ἡλικός) ὄντι μηδέποτε ἀγανακτεῖν· εἰ γὰρ τὰ αὐτὰ σοι καὶ ἐγὼ ἔπραττον, κακὸς ἂν υἱὸς ἦν». Ὁ δὲ πατὴρ ἐπὶ τῷ τοιούτῳ τοῦ παιδὸς τρόπῳ ἥσθη (< ἥδομαι) καὶ εἶπεν· « Ἀληθῶς θαυμάζω ἐκεῖνον τὸν φιλόσοφον, ὅτι τοιαῦτα μαθήματα περὶ τοὺς γονέας ἐδιδάξατό σε· ταῦτα γάρ ἐστι ὁ κάλλιστος κόσμος τῶν νέων.

* Procedencia de la imagen: https://es.wikipedia.org/wiki/Eubea