Mostrando entradas con la etiqueta Herodotus. Mostrar todas las entradas
Mostrando entradas con la etiqueta Herodotus. Mostrar todas las entradas

El cerdo, animal impuro para los egipcios (cfr Hdt 2.47)

     Οἱ Ἀιγύπτιοι τὸν ὗν μιαρὸν (· ἀκάθαρον) ζῷον ἐνόμιζον καὶ ἐφυλάττοντο ἅπτεσθαι· ἤν (ἐὰν) δὲ τις ψαύσῃ (ψαύω· ἅπτομαι) ἀπὸ τύχης, ὁ νόμος προσέταττε βάπτεσθαι τό τε σῶμα καὶ τὰ ἱμάτια εἰς τὸν Νεῖλον καὶ οὕτω καθαίρεσθαι.

     Οἱ δὲ συβῶται (< σῦς + βόσκω) εἰς τὰ ἱερὰ οὐκ εἰσήρχοντο οὐδὲ γάμους ἐποιοῦντο μετὰ τῶν ἄλλων Ἀιγυπτίων.

     Τοῖς μὲν ἄλλοις θεοῖς θύειν ὗς ἀνόσιον (· ἄδικον) ἐνόμιζον οἱ Ἀιγύπτιοι, Σελήνῃ δὲ καὶ Διονύσῳ μόνοις ἔθυον. Καὶ τῇ μὲν Σελήνῃ ἐν ταῖς πανσελήνοις [ὥραις] ἔσφαζον (< σφαγή· lat. iugulum) τὸν ζῷον καὶ ἔθυον καὶ τὰ κρέα ἤσθιον. Τῷ δὲ Διονύσῳ τῇ πρὸ τῆς ἑορτῆς ἡμέρᾳ ἠγόραζον χοῖρον (· σμικρὸν ὗν)  καὶ ἔσφαζον μὲν πρὸ τῶν θυρῶν, οὐκ ἤσθιον δὲ, ἀλλ’ αὐτίκα τοῖς συβώταις ἐκέλευον ἀποφέρεσθαι.



     Οἱ δὲ πένητες ὑπ’ἀσθενείας βίου σταιτίνας ὗς ἔπλαττον καὶ ἧψον (< ἕψω) καὶ ἔθυον τῇ τε Σελήνῃ καὶ τῷ Διονύσῳ. 

Resultado de imagen de cerdito de cerámica grecia
σταίτινος ὗς


 

ὁ Ἀρίων καὶ ὁ δελφίς (cfr Herodoto, I.24)

     Περίανδρος ἐτυράννευε Κορίνθου, οὗ (· ὅπου) διέτριβε Ἀρίων ὁ Μηθυμναῖος (πόλις τις ἐν τῇ Λέσβῳ νήσῳ), ἔνδοξος κιθαρῳδὸς καὶ εὑρετὴς τοῦ διθυράμβου.

      Ἔλεγον δὲ οἱ Κορίνθιοι τὸν Ἀρίονα ἔρχεσθαι ποτε εἰς Ἰταλίαν καὶ Σικελίαν καὶ ἐργάζεσθαι (ἐργάζομαι· κτάομαι) μεγάλα χρήματα, εἶτα δὲ βούλεσθαι ἐπανέρχεσθαι τὴν Κόρινθον.

     Ἐν δὲ τῷ πλῷ οἱ ναῦται ἐπιβουλεύουσι τὸν Ἀρίονα ἐκβάλλειν εἰς θάλατταν καὶ ἔχειν τὰ χρήματα τοῦ κιθαρῳδοῦ. Ὁ δὲ Ἀρίων ηὔχετο χρήματα μὲν ἔχειν, τῆς δὲ ψυχῆς (· ζωής) φείδεσθαι (lat. parcere). Ἀλλ’ οὐκ ἔπειθε τοὺς ναύτας, οἳ ἐκέλευον τῷ Ἀρίονι ῥίπτεσθαι εἰς τὰ κύματα. Ὁ δὲ Ἀρίων πρότερον μὲν ὕμνον ᾖδε (< ᾄδω), ἔπειτα δὲ ἔρριψε ἑαυτὸν εἰς τὴν θάλατταν. Δελφὶς δὲ δέχεται τὸν ποιητὴν καὶ φέρει εἰς Ταίναρον.

ἀκρωτήριον Ταίναρον

     Ὁ δὲ Περίανδρος οὐκ ἐπείθετο τῷ ποιητῇ τῷ λέγοντι τὸ περὶ τοῦ δελφῖνος θαῦμα, μέχρι ἀφίκοντο οἱ ναῦται καὶ ἔλεγον τῷ τυράννῳ τὸν Ἀρίονα περὶ Ἰταλίαν ἔτι εἶναι. 



 

Zouke, Anagnostikon: 64. Μαρδόνιος πρὸς ῎Αθηναίους

    Μαρδόνιος*  μέλλων ἐκ Θετταλίας ἐμβαλεῖν (sc. στρατὸν) εἰς τὴν ῾Ελλάδα ἔπεμψεν Ἀθηναίοις πρέσβεις ἀγγελοῦντας τοῦτο.

    Οὗτοι παραγενόμενοι εἰς τὴν ἐκκλησίαν τοῦ δήμου εἶπον· «Ἄνδρες Ἀθηναῖοι, Μαρδόνιος ὑπισχνεῖναι (ὑπισχνέομαι : πίστιν δοὺς ἐπαγγέλλω ποιήσειν τι) ὑμῖν ἀνοικοδομήσειν (ἀνά•οἰκοδομέω) τὰ τείχη καὶ τὰ ἱερὰ καὶ τὴν πόλιν καὶ κυρίους τῆς ῾Ελλάδος ποιήσειν ὑμᾶς, εἰ μὴ ἀμυνεῖσθε (· ἀποκρούω) αὐτόν· εἰ δὲ μή, ἐμβαλεῖ εἰς τὴν Ἀττικὴν καὶ φθερεῖ (· ἀπόλλυμι, ἀφανίζω) αὐτὴν πρῶτον. Τί ἀποκρινεῖσθε αὐτῷ;»

Greek-Persian duel.jpg
Procedencia de la imagen: https://es.wikipedia.org/wiki/Guerras_m%C3%A9dicas

     Τοῖς δ’ Ἀθηναίοις μέλλουσιν ἀποκρινεῖσθαι οἱ παρόντες Λακεδαιμόνιοι εἶπον· « Καὶ ἡμεῖς ἥκομεν, ὦ Ἀθηναῖοι, σημανοῦντες τὰ ὑπὸ τῆς πόλεως παραγγελλόμενα. Πρὸς θεῶν, μὴ πείθεσθε τοῖς τούτων λόγοις (πείθομαί τινι = ὑπακούω τινός)· Εἰ ἐμμενεῖτε (ἔμμενω· μένω σταθερῶς) τῇ ῾Ελλήνων συμμαχίᾳ, ἀπὸ κοινοῦ ἀμυνούμεθα τοὺς πολεμίους, ὡς πέρυσι (· ἐν τῷ παρελθόντι ἔτει), καὶ ἐλευθέραν τὴν ῾Ελλάδα ποιήσομεν. ῾Ορᾶτε (· προσέχετε), ὅπως ἀποκρινεῖσθε τῷ Μαρδονίῳ, ὡς προσήκει τοῖς ῞Ελλησιν».

    Οἱ δ’ Ἀθηναῖοι Μαρδονίῳ μὲν λέγουσιν ὅτι, ἕως ἂν ὁ ἥλιος τὴν αὐτὴν ὁδὸν πορεύηται, οὐδέποτε καταλείψουσι τοὺς ῞Ελληνας, ἀλλ’ ἀμυνοῦνται αὐτὸν πάσῃ δυνάμει, πρὸς δὲ τοὺς Λακεδαιμονίους ὅτι ἐμμενοῦσι τῇ συμμαχίᾳ καὶ οὐδέποτε ἐπιτρέψουσι (ἐπιτρέπω· ἐάω) τὴν ῾Ελλάδα ὑπὸ τοῖς πολεμίοις γενέσθαι.

* Μαρδόνιος, στρατηγὸς τῶν Περσικῶν ἐν τοῖς Μηδικοῖς πολέμοις