Mostrando entradas con la etiqueta Philosophica. Mostrar todas las entradas
Mostrando entradas con la etiqueta Philosophica. Mostrar todas las entradas

Morice, Easy Greek Stories: 135. El filósofo y el ratón.

     φιλόσοφός τις εἰς τοσοῦτον πενίας ἧκεν, ὥστε οὐδὲ σῖτον ἱκανὸν παρασκευάζεσθαι ἐδύνατο, ἀλλὰ περι-ϊὼν (< εἶμι· ἔρχομαι) τὴν πόλιν πᾶσαν, εἰ καυλούς* τινας λαχάνων εὕροι που ἀπ-ε-ρ-ριμμένους (< ῥίπτω· βάλλω), τούτους συλ-λέξας ἤσθιεν.

καυλός

      ἔ-δοξεν οὖν ἕαυτῳ παντῶν τῶν ζώντων εἶναι ἀθλιώτατος (ἄθλιος· κακοδαίμων), καὶ ἐν νῷ εἶχεν ἑαυτὸν δια-χρήσασθαι (διαχράομια· ἀποκτείνω, διαφθείρω), οἰόμενος τὸν τοιοῦτον βίον οὐκέτι ἀνεκτὸν (< ἀνέχομαι. Lat. tolerabilis) εἶναι.

     πορευόμενος δέ ποτε διὰ τῆς πόλεως, καὶ τοὺς καυλοὺς ἐσθίων, ἀποσπάσματά (· κλάσματα, μέρη) τινα αὐτῶν ἐκ τῆς χειρὸς ἀφ-ῆκεν (< ἀφ-ίημι· ἀποβάλλω). 

     εὐθὺς οὖν προς-ελθὼν μῦς τις ἀν-ήρπασε (< ἁρπάζω) τὰ ἀπο-πεσόντα (< πίπτω), καὶ κατ-έ-φαγεν. 

     ἰδὼν δὲ αὐτὸν ὁ φιλόσοφος ἐ-γένετο ἐνθυμότερος (ἔνθυμος ↔ ἄθυμος), καὶ ἔ-φη μειδιάσας (μειδιάω· Lat. subrideo), «δοκεῖ ἐκεῖνο τὸ ζῷον ἀθλιώτερόν τε ἐμοῦ εἶναι, καὶ ἅμα φιλοσοφώτερον».

Zouke, Anagnostikon: 55. Πλάτων

    Πλάτων* ὁ σοφὸς ἐν ᾽Ολυμπίᾳ ἀπαντήσας (ἀπαντᾷ δ’ὃς ἂν ἐντύχῃ τινίν) ἀνθρώποις ἀγνῶσι συν-ε-σκήνωσε μετ’αὐτῶν ἀγνὼς καὶ αὐτὸς ὤν αὐτοῖς. ᾽Ερωτηθεὶς δὲ περὶ τοῦ ὀνόματος τοῦτο μόνον ἐδήλωσεν ὅτι Πλάτων καλεῖται.

Plato Pio-Clemetino Inv305.jpg
Πλάτων


    Ἅπαντα δὲ τὸν ἐν ᾽Ολυμπίᾳ χρόνον οὕτως ἐχειρώσατο αὐτοὺς τῇ συνουσίᾳ (· τῇ ὁμιλίᾳ), ὥστε φίλους τούτους ἐκτήσατο (< κτάομαι: ‘ganar’) καὶ μέγα ὑπ’αὐτῶν ἠγαπήθη.

    ᾽Επεὶ δ’ ἔμελλον οἴκαδε ἀναχωρήσειν, εἶπον αὐτῷ· «Σύ, ὦ Πλάτων, εὐεργέτηκας ἡμᾶς τῇ σῇ συνουσίᾳ διὰ ταῦτα χάριν σοι ἔχομεν. ῾Ημεῖς δὲ ὡς εὐεργετημένοι μάλιστα τε-τιμή-κα-μέν (< τιμάω) σε καὶ ἠγαπήκαμεν. ᾽Εὰν εἰς τὴν ἡμετέραν πατρίδα ἔλθῃς, ἔργῳ δηλώσομεν τὴν πρός σε ἀγάπην».

    Πλάτων δ’εἶπεν· «Καὶ ἐγὼ ὁμοίως ὑμᾶς ἠγάπησα· πολλῆς γὰρ τιμῆς ἠξιώθην (ἀξιόω· ἄξιον νομίζω) ὑφ’ ὑμῶν. Διό, ἐὰν ᾽Αθήναζε ἔλθητε, περὶ πολλοῦ ὑμᾶς ποιήσομαι (περὶ πολλοῦ ποιεῖσθαι· μέγα καὶ ἄξιόν τι εἶναι νομίζειν) καὶ ἐν παντὶ ὑμῖν βοηθήσω».

    Μετ’οὐ πολὺ οὗτοι εἰς Ἀθήνας ἦλθον καὶ ὁ Πλάτων μάλα φιλοφρόνως αὐτοὺς ὑπεδέξατο. Οἱ δ’ εἶπον· «Σὺ μὲν περὶ πλείστου ἡμᾶς ἐποιήσω· καὶ γὰρ ἐν Ὀλυμπίᾳ ὑπὸ σοῦ εὐεργετήθημεν καὶ ἐνταῦθα ἐν πολλοῖς ἐβοήθησας. Νῦν δ᾽ἥγησαι ἡμῖν εἰς  Ἀκαδημεῖαν* τοῦ ὁμωνύμου, ἵνα καὶ αὐτοῦ ἀπολαύσωμεν (ἀπολαύω· μετέχω)» Ὁ δὲ μειδιῶν (μειδιάω· γελάω) εἶπεν· «᾽Εγώ εἰμι ἐκεῖνος».

    Οἱ δ’ ἀκούσαντες ἐξεπλάγησαν (< ἐκ-πλήττω) μὲν καὶ ἐλυπήθησαν, ὅτι τοιοῦτον ἄνδρα ἠγνόησαν, ἐζήλωσαν (ζηλόω· θαυμάζω) δὲ τοῦ ἀνδρὸς τὴν ἁπλότητα· τῷ γὰρ τρόπῳ καὶ ἐν ᾽Ολυμπίᾳ καὶ ἐν ᾽Αθήναις ἐδεδηλώκει αὐτοῖς ὅτι καὶ ἄνευ τῶν λόγων οἷός τ’ ἐστὶ  (· δυνατόν ἐστι) χειροῦσθαι τοὺς συνόντας.


*Πλάτων ὁ φιλόσοφος Ἀθηναῖος ἦν τὸ γένος· ἐγένετο δὲ τῷ ἔτει 387, ἐτελεύτησε ἐν Ἀθήναις τῷ ἔτει 347 πρὸ Χριστοῦ. μαθητὴς δὲ Σωκράτους ἦν. τρὶς δὲ πέπλευκεν εἰς Σικελίαν. μαθηταὶ δ᾽ αὐτοῦ Σπεύσιππος, Ξενοκράτης καὶ Ἀριστοτέλης.

* Ἀκαδημία: γυμνάσιον ἐν Ἀθήναις, προάστειον ἀλσῶδες ἐν ᾧ διέτριβε Πλάτων, ἀπὸ Ἑκαδήμου τινὸς ἥρωος ὀνομασθέν. 

Zouke, Anagnostikon: 47. Μειράκιον ᾽Ερετρικόν

Μειράκιον ᾽Ερετρικὸν διέτριψε [χρόνον] παρὰ Ζήνωνι τῷ φιλοσόφῳ, ἕως εἰς ἄνδρας ἀφίκετο. 

βρέφος, νήπιος, παῖς, μειράκιον, νέος, ἀνήρ, πρεσϐύτης


Ἐρέτρια, πόλις ἐν τῇ νήσῳ τῇ καλουμένῃ Εὐβοίᾳ

῞Υστερον δ’ οὗτος εἰς ᾽Ερέτριαν ἦλθεν. ῾Ο δὲ πατὴρ ἤρετο (<ἔρομαι· ἐρωτάω) αὐτόν, εἰ μάθοι σοφόν τι ἐν τῇ τοιαύτῃ διατριβῇ (· τόπος ἐν ᾧ τινες μανθάνουσιν) παρ’ ἐκείνῳ τῷ φιλοσόφῳ. ῾Ο δ’ἔφη δείξειν τοῦτο. Ὅτε γάρ ποτε ὁ πατὴρ ὠργίσθη (< ὀργίζομαι · ἀγανακτέω) αὐτῷ καὶ τέλος ἔπαισεν (< παίω· τύπτω) αὐτόν, ἡσυχίαν δὲ ἄγων εἶπεν· «῏Ω πάτερ, τόδε μεμάθηκα· τοιοῦτός σοι εἶναι, ὥστε σοι τηλικούτῳ (τηλικοῦτος < ἡλικός) ὄντι μηδέποτε ἀγανακτεῖν· εἰ γὰρ τὰ αὐτὰ σοι καὶ ἐγὼ ἔπραττον, κακὸς ἂν υἱὸς ἦν». Ὁ δὲ πατὴρ ἐπὶ τῷ τοιούτῳ τοῦ παιδὸς τρόπῳ ἥσθη (< ἥδομαι) καὶ εἶπεν· « Ἀληθῶς θαυμάζω ἐκεῖνον τὸν φιλόσοφον, ὅτι τοιαῦτα μαθήματα περὶ τοὺς γονέας ἐδιδάξατό σε· ταῦτα γάρ ἐστι ὁ κάλλιστος κόσμος τῶν νέων.

* Procedencia de la imagen: https://es.wikipedia.org/wiki/Eubea