ἰχθυοπώλης |
οὐ μέντοι ἐ-τόλμησεν ὕδωρ αὐτῶν κατα-χεῖν, ὁ γὰρ νόμος ἀπ-ηγόρευε (ἀπαγορεύω· κωλύω) τοῦτο ποιεῖν.
πρὸς ταῦτα οὖν ἐ-μηχανήσατο τάδε. μάχην τινὰ ἐ-ποιεῖτο ἐν τῷ ἀγοραίῳ ὄχλῳ, ὥστε λοιδορίαν (< λοιδορέω· λοιδοροῦσιν οἳ ἂν κακὰ λέγωσιν ἀλλήλους μεγάλῃ τῇ φωνῇ) πολλὴν ἐν αὐτοῖς γενέσθαι, τέλος δὲ καὶ πληγάς. ἔπειτα δὲ, προς-ποιησάμενος (προσποιέομαι· Lat. simulo) τραύματά τινα δεινὰ εἰληφέναι (< λαμβάνω), ἔ-κειτο ἐν μέσοις τοῖς ἰχθῦσι, δοκῶν λιποψυχεῖν*. ἰδὼν δὲ αὐτόν τις τῶν πλησίον ἐ-βόησεν εὐθὺς, «ὕδωρ, ὕδωρ».
λιποψυχεῖν |
καὶ πρόχουν* ἅμα λαβὼν κατ-έ-χει ὕδωρ πολὺ τοῦ τε ἀνθρώπου καὶ τῶν ἰχθύων, ὥστε δοκεῖν ἑκείνους νεωστὶ ἑ-αλωκέναι (ἁλίσκομαι Pas. ↔ αἱρέω Act.).
πρόχοος |
No hay comentarios:
Publicar un comentario