Mostrando entradas con la etiqueta Anacreontica. Mostrar todas las entradas
Mostrando entradas con la etiqueta Anacreontica. Mostrar todas las entradas

Un anciano optimista (Carmina anacreontea XI)

Λέγουσιν αἱ γυναῖκες·

«Ἀνάκρεον, γέρων εἶ
λαβὼν ἔσοπτρον ἄθρει (· βλέπει)
κόμας μὲν οὐκέτ' οὔσας,
ψιλὸν (ψιλός· γυμνός) δέ σευ (· σου) μέτωπον». 


Resultado de imagen de anciano ante el espejo

ἐγὼ δὲ τὰς κόμας μέν,
εἴτ' εἰσὶν εἴτ' ἀπῆλθον,
οὐκ οἶδα, τοῦτο δ' οἶδα
ὡς τῷ γέροντι μᾶλλον
πρέπει τὸ τερπνὰ (· ἡδέα) παίζειν,
ὅσῳ πέλας (· ἐγγύς) τὰ Μοίρης (Μοῖρα: ἡ εἱμαρμένη, θάνατος).

Anacreontea, 19: πάντα πίνει

     Ἀνακρέων, λυρικὸς, «συμποσίων ἐρέθισμα», Τήϊος ἦν τὸ γένος, ἐγένετο περὶ τὸ ἔτος 570. ἐτελεύτησε περὶ τὸ ἔτος 500 πρὸ Χριστοῦ γενετῆς. ἔγραψε μέλη, ἐλεγεῖα, ἰάμβους, ἐπιγράμματα.
     cfr Bibliotheca Augustana.

Anacreon Louvre.jpg
Ἀνακρέων (Fuente: Wikipedia)

     Ἡ γῆ μέλαινα πίνει,
πίνει δὲ δένδρε’ (= δένδρεα· δένδρα) αὖ γῆν (
ἄλλως· δ' αὐτήν),
πίνει θάλασσα δ’ αὔρας (ἄλλως
· ἀναύρους)
ὁ δ’ ἥλιος θάλασσαν,
τὸν δ’ ἥλιον σελήνη.
Τί μοι μάχεσθ’, ἑταῖροι,
καὐτῷ (= καὶ αὐτῷ) θέλοντι πίνειν;