βουλόμενος δὲ τὴν φήμην ταύτην περὶ ἑαυτοῦ διὰ πάσης τῆς Λιβύης κατα-σπείρειν (· καταβάλλειν; cfr σπέρμα), ἐ-μηχανήσατο (μηχανάομαι· ἐπιβουλεύω) τοιάδε.
ὄρνιθας πολλοὺς ᾠδικοὺς* (< ᾄδω) πριάμενος, ἔ-τρεφεν αὐτοὺς ἐν σκότῳ, καὶ ἕν τόδε μόνον ἐ-δίδασκεν αὐτοὺς λέγειν, «θεός ἐστιν Ἄννων».
ὄρνις ᾠδικός· Lat. psittăcus |
ἐπειδὴ δὲ ἐκεῖνοι, μίαν ταύτην φωνὴν ἀεὶ ἀκούοντες, ἐγκρατεῖς αὐτῆς ἐ-γένοντο, ἀφ-ῆκεν (ἀφ-ίημι· ἐάω τινὰ ἰέναι) αὐτοὺς ὁ Ἄννων, καὶ ἐ-πέτοντο ἄλλος ἄλλοσε.
γευσάμενοι (γεύω· πειρὰν ποιεῖσθαι) δὲ ἤδη τῆς ἐλευθερίας, καὶ ἐς τὰ σύντροφα (σύντροφος: συγγενής) ἤθη (cfr Lat. ethos) πάλιν τραπόμενοι (< τρέπω), ᾖδον (< ᾄδω) πάντες τὰ οἰκεῖα ᾄσματα (< ᾄδω; Lat. cantilena)·
τοῦ δὲ Ἄννωνος, καὶ τῶν ὑπ’ ἐκείνου διδαχθέντων, ὅλως ἐπ-ε-λάθοντο (< ἐπιλανθάνω· Lat. obliviscor).
No hay comentarios:
Publicar un comentario