Mostrando entradas con la etiqueta Lycurgus. Mostrar todas las entradas
Mostrando entradas con la etiqueta Lycurgus. Mostrar todas las entradas

Morice, Easy Greek Stories, 117. Licurgo y la parábola de los dos cachorros (2/2)

     τοσαῦτα μὲν οὖν ὁ Λυκοῦργος εἶπε.


     μετὰ δὲ ταῦτα, στῆσας παρ’ αὐτοῖς  λαγών τινα καὶ ἅμα ὄψα, μεθ-ῆκε (< μεθίημι· ἐάω ἀπελθεῖν) τοὺς σκύλακας ἀμφοτέρους ἐπὶ τὰ ἐ-σκευασμένα (· τοῦτ’ ἐστιν, ἐπὶ τὸν λαγών τε καὶ τὰ ὄψα).

     εὐθὺς  οὖν ὁ μὲν κατ’ οἶκον τραφεὶς ὥρμησεν (ὀρμάω· ἐπιβάλλομαι) ἐπὶ τὰ ὄψα· 

     ὁ δὲ ἕτερος, ἀμελήσας τούτων (ἀμελέω τούτου· ἀπολείπω τοῦτον), κατ-έ-λαβε τὸν λαγὼν, καὶ ἐ-σπάραξεν (σπαράσσω, Lat. discerpo) αὐτὸν.

     δείξας δὲ καὶ ταῦτα ὁ Λυκοῦγος ἔλεξε τοιάδε.
     «ὁρᾶτε μὲν, ὦ ἄνδρες Σπαρτιᾶται, τοὺς σκύλακας, οἷα ἑκάτερος ποιεῖ. δεῖ δὲ ὑμᾶς νομίζειν, ὅτι οὐ μνον ἐν κυσίν, ἀλλὰ καὶ ἐν ἀνθρώτοις, τὸ τοιόνδε φιλεῖ (εἴωθα, Lat. solet) γίγνεσθαι.

     οἱ μὲν γὰρ εἰς φιλοπονίαν πε-παιδευμένοι ἐκ-βαίνουσιν ἀνδρεῖοι. οἱ δὲ τρυφερῶς (< τρῦφαι· Lat. deliciae) ζῶντες μαλακοί τε γίγνονται καὶ ἄχρηστοι.»

Morice, Easy Greek Stories, 116. Licurgo y la parábola de los dos cachorros (1/2))

     βουλόμενος ὁ Λυκοῦργος προ-τρέπειν τοὺς Σπαρτιάτας πρὸς ἀρετῆς ἐπιτηδεύματα (· μελετήματα) ἐ-νουθέτησεν (νουθετέω· μέμφομαι) αὐτοὺς ὧδε. 

     δύο σκύλακας* λαβὼν ἀπὸ τῆς αὐτῆς μητρὸς, ἔ-τρεφε χωρὶς ἀλλήλων (ἕτερος ἄνευ ἑτέρου) ἤθεσιν (τὸ ἦθος cfr. ethos) ἀνομοίοις. 

δύο σκύλακες

    τὸν μὲν γὰρ κατ’ οἶκον ἔ-σωζεν, ὄψα τε διδοὺς καὶ ἄλλην τρυφὴν·
    τὸν δὲ ἠνάγκαζε θηρᾶν λ
αγὼς ἐν τοῖς ὄρεσι.

λαγώς

     καὶ ἐ-γένετο ἑκάτερος ἐν χρόνῳ ὅμοιος τῇ τροφῇ· τούτους οὖν τοὺς σκύλακας ἔχων παρ-ῆλθεν ὁ Λυκοῦργος ἐς τὸ κοινόν· δείξας δὲ αὐτοὺς, 
     «οἵδε γε», ἔ-φη, «οἱ σκύλακες τῆς αὐτῆς μητρός εἰσιν. ἐπειδὴ δὲ ἐναντίως ἀλλήλοις τε- θραμμένοι εἰσί, διὰ ταῦτα ἀνόμοιοι ἐκ-βεβήκασιν (< ἐκβαίνω). ὁ μὲν γὰρ αὐτῶν ἀγαθός ἐστιν· ὁ δὲ πρὸς πάντα ἀχρεῖος (· ἀδύνατος).»