Mostrando entradas con la etiqueta Geographica. Mostrar todas las entradas
Mostrando entradas con la etiqueta Geographica. Mostrar todas las entradas

Zouke, Anagnostikon: 60. Ἡ Ἀττική


῾Η γῆ τῆς Ἀττικῆς πάντοθεν μὲν ὑπὸ θαλάττης περιβάλλεται, ἀπὸ βορρᾶ (βορρᾶς, βορέας: ἄρκτος Ν ↔ νότος: μεσημβρία S) δὲ μετὰ τῆς Βοιωτίας συνέχεται.

Resultado de imagen de ATICA ANTIGUA

 Ἀεὶ μὲν τῆς Ἀττικῆς γῆς τὸ κλῖμα εὐκραές (εὐκραής · εὔκρατος, lat. temperatus) ἐστι, μάλιστα δ’ ὁπότε βορρᾶς (βορέας ὁ ἀπὸ τοῦ ἄρκτου πνέων ἄνεμος) πνεῖ. Πολλοὶ τῶν κατοίκων τῆς Ἀττικῆς γεωργοί εἰσι καὶ τὴν γῆν γεωργοῦσιν. Οἰκοῦσι δ’ ἐν κώμαις καλαῖς καὶ ἄφθονα (ἄφθονος· πολύς) τὰ ἐπιτήδεια ἐχούσαις, χρῶνται (< χράομαι) δὲ κόσμῳ τῶν οἰκιῶν ταῖς ἀλωπεκαῖς (· δοραῖς  ἀλωπεκείαις < ἀλώπηξ).


Resultado de imagen de PIEL ZORRO
δορὰ ἀλωπεκεῖα
῎Εχει δ’ ἡ Ἀττικὴ καὶ δένδρα ἄφθονα, μάλιστα δ’ ἐλαίας, ἀμυγδαλᾶς καὶ συκᾶς, αἵ ἀφθόνους καρποὺς παρέχουσι. Καὶ πάλαι δ’ ἡ γῆ τῆς Ἀττικῆς πλείστας προσόδους (lat. reditus) παρεῖχε· σπειρομένη γὰρ, ἔφερε καρπούς, ὀρυσσομένη (ὀρύσσω· σκάπτω) δὲ λίθον. Ηὐδοκίμουν (εὐδοκιμῶ· ἐπαίνου τυγχάνω, ἐπαινοῦμαι) δ’ ἐν τῇ γῇ καὶ ἐλαῖαι καὶ ἀμυγδαλαῖ καὶ συκαῖ. ᾽Εκ δὲ τοῦ λίθου κάλλιστοι μὲν ναοί, κάλλιστοι δὲ βωμοί, εὐπρεπέστατα (ἡ εὐπρέπεια· τὸ κάλλος, ἡ εὐσχημοσύνη) δ’ ἀγάλματα τοῖς θεοῖς ἐγίγνοντο. ῾Ιερὸν δὲ μέγιστον τῇ ᾽Αθηνᾷ ἵδρυτο (ἵδρυμαι· κτίζω), ὁ ἐπὶ τῆς Ἀκροπόλεως ναὸς τῆς ᾽Αθηνᾶς, ὁ καλούμενος Παρθενών.

 Ὁμοίως δ’ ἐκ τοῦ αὐτοῦ λίθου καὶ τοῦ ῾Ερμοῦ εἰκόνες ἐγίγνοντο, ῾Ερμαῖ καλούμεναι· τὸν γὰρ ῾Ερμῆν πολὺ ἐτίμων οἱ Ἀθηναῖοι. Ἵδρυον δὲ τοὺς ῾Ερμᾶς πολλαχοῦ τῆς Ἀττικῆς γῆς καὶ ποικίλας συμβουλὰς ἐν αὐτοῖς ἀνέγραφον. Καὶ στοὰ δὲ τοῦ ῾Ερμοῦ ἐν Ἀθήναις ἦν. 
Resultado de imagen de wiki herma
Ἕρμα
 


στοά

Zouke, Anagnostikon: 26. ῾Η χώρα τῶν Ἰνδῶν


῾Η χώρα τῶν ᾽Ινδῶν ποταμοὺς ερεῖς (εὐρύς (= πλατύς) ↔ στενός) καὶ βαθεῖς ἔχει. Οὗτοι τὰς πηγὰς ἐν τοῖς ὄρεσιν ἔχουσιν, ἔνθα τὸ ἔδαφος τραχύ (τραχύς ↔ λειός) ἐστι. ᾽Ενταῦθα τὸ μὲν πλάτος τρί-πηχύ (πῆχυς = 41,8 cm) ἐστι, δι-πήχεις δὲ σχεδόν εἰσι τὸ βάθος. Προϊόντες δ’ ερεῖς γίγνονται καὶ ταχεῖς (ταχύς ↔ βραδύς) διὰ τῆς πεδιάδος φέρονται. 
Resultado de imagen
ὁ Ἰνδός

Γέμουσι δ’ ἡδέων ἰχθύων, οὓς οἱ ἁλιεῖς ἐν βραχεῖ (βραχύς ↔ μακρός) χρόνῳ ἁλιεύουσι· τὰ ᾠὰ δὲ τῶν ἰχθύων ἡδέα ἐστί. Χειμῶνος οἱ ποταμοὶ τοῖς γλυκέσιν (γλυκύς ↔ πικρός) ὕδασι καλύπτουσι τὰ εὐρέα πεδία καὶ παχεῖαν (παχύς: fig. rico, fértil ↔ λεπτός) τὴν γῆν κατασκευάζουσι· φύονται δὲ ἄμπελοι εὐβότρυες (: ἔχων καλὰς σταφυλάς). ᾽Εκ δὲ τῶν ἐτησίων (οἱ ἐτησίαι ἄνεμοι) βρέχεται (cfr βρέχει = ὕει : lat. pluit) ἡ ᾽Ινδικὴ θερινοῖς (θερινός ↔ χειμερινός) ὄμβροις καὶ καρποὺς ἡδεῖς καὶ ἀφθόνους φέρει. Τρέφει δ’ ἡ χώρα καὶ πλῆθος βοῶν καὶ προβάτων, ἃ παχείας τὰς οὐρὰς ἔχει.

Zouke, Anagnostikon: 21. Τὰ Τέμπη


Τὰ Τέμπη τὰ Θεσσαλικὰ χῶρός ἐστι μεταξὺ τοῦ ᾽Ολύμπου καὶ τῆς ῎Οσσης. ῎Ορη δὲ ταῦτα ὑπερ-ύψηλά (ὑψηλός ↔ ταπεινός) ἐστι καὶ σχίζεται, οἷον ὑπὸ θείας φροντίδος. Χωρίον (: τοποθεσία) οὕτω γίγνεται τὸ μὲν μῆκος (↔ τὸ δὲ πλάτος) ἐπὶ τεσσαράκοντα σταδίους, τὸ δὲ πλάτος σχεδὸν πλέθρου.

τὸ στάδιον = 6 πλέθρα
τὸ πλέθρον = 100 πόδες
πούς ὁ = 29,6 cm.

᾽Εν τούτῳ ἄλση (λσος, -εος τὸ : cfr lat. saltus) ἐστὶ καὶ δάση (δάσος ↔ ψιλός) σκιερὰ (< σκιά) καὶ πλῆθος ἀνθέων (: ἄνθη πολλά ἐστιν).
Resultado de imagen de valle del tempe
Τέμπη κοιλὰς (κοιλάς-άδος ἡ: valle profundo) ἐστι κατὰ τὸν ῥοῦν τοῦ Πηνειοῦ ποταμοῦ μεταξὺ τοῦ ᾽Ολύμπου καὶ τῆς ῎Οσσης.





῎Ορνιθες δ’ ἡδέως ᾄδουσι καὶ τῷ μέλει τὸν κάματον (< κάμνω) τῶν ὁδοιπόρων ἀφανίζουσι. Διὰ μέσου δὲ τῶν Τεμπῶν ὁ Πηνειὸς ποταμὸς ῥεῖ, εἰς ὅν χείμαρροι (: χεῖμα < χιών + ῥόος < ῥέω) καὶ ῥύακες (< ῥύαξ < ῥόος ) ἐμβάλλουσι. Τούτου αἱ πηγαὶ ἐν τοῖς ὄρεσίν εἰσιν. ῎Εχει δ’ οὕτω διατριβὰς ποικίλας ὁ τόπος οὐκ ᾀνθρωπίνης χειρὸς ἔργα, ἀλλὰ φύσεως· ἐν δὲ τῷ ὄρει ᾽Ολύμπῳ, ὅς ὑπέρ-κειται τῶν Τεμπῶν, οἱ δώδεκα ᾽Ολύμπιοι θεοὶ τὸ πάλαι (adv.) τὰς κατ-οικίας εἶχον καὶ ἥδοντο ἐπὶ τῇ θέᾳ (< θεάομαι, πρόσοψις) τῶν Τεμπῶν καὶ τῷ μέλει τῶν ὀρνίθων.


ὁ Ὄλυμπος