Mostrando entradas con la etiqueta Exempla. Mostrar todas las entradas
Mostrando entradas con la etiqueta Exempla. Mostrar todas las entradas

Morice: Easy Greek Stories. 184. The Water of Inmortality | La bebida de la inmortalidad (3/3)

  ὁ μὲν οὖν βουλευτὴς τοσαῦτα εἶπεν, ἀρεσθεὶς (< ἀρέσκω) δὲ ἄρα τούτοις [δηλονότι· λόγοις] ὁ  βασιλεὺς, καὶ τὸν ἀγύρτην προς-καλεσά-μενος, ἐ-κέλευσεν αὐτὸν δρᾶν (· ποιεῖν) οἷα ἐκεῖνος εἴρηκεν*. 

(*τοῦτ’ἔστιν· πρῶτον μὲν τοῦ τῆς ἀθανασίας  πώματος τὸ λοιπὸν κατα-πιεῖν, ἔπειτα δὲ καὶ τὸ κώνειον.) 

ὁ δὲ οὐκ ἐ-τόλμα, ἀλλὰ τὸν δήμιον (ὁ δήμιος: ὁ κολάζων τοὺς παρανόμους, σφαγεύς) ἰδὼν (< ὁράω) τρίβοντα* ἤδη τὸ κώνειον,  ἤλλαξέ (< ἀλλάττω· μεταβαίνω) τε τὸ χρῶμα, καὶ περί-φοβος γενόμενος προς-έ-πεσε (< πίπτω) πρὸς τὰ τοῦ βασιλέως γόνατα τὴν ὀργὴν παρ-αιτούμενος (τὴν ὀργὴν παραιτοῦμαι· λυταῖς  ἀπαλλάττω, ἀμύνω τὴν ὀργὴν). 


ὁ δήμιος τρίβει τὸ κώνειον


«ὁμολογῶ γὰρ, » ἔ-φη, «ὦ βασιλεῦ, ὅτι ἐ-ψευσάμην λέγων τὸ πῶμα ἔχειν δύναμιν τοιαύτην. οὐ μέντοι κακὸν οὐδὲν φάρμακον ἐν αὐτῷ ἐστιν, οὐδὲ ἄλλο οὐδὲν πλὴν ὕδωρ καί τι καὶ οἴνου (cfr. Lat. aliquid vini)». 

τοσαῦτα οὖν ἀκούσας ὁ βασιλεὺς ἀπ-έ-λυσε μὲν τὸν βουλευτὴν, τὸν δὲ ἀγύρτην δήσας (< δέω) ἐ-κόλασεν.


Morice, Easy Greek Stories. 183. The Water of Inmortality | La bebida de la inmortalidad (2/3)

     ἐ-χαλεπάνθη (χαλεπαίνω· χαλεπῶς φέρω, ἀγανακτέω) οὖν εἰκότως (Lat. ut par est) ὁ βασιλεὺς, καὶ τοὺς δορυφόρους* ἐ-κέλευσε δῆσαι (< δέω· ἅπτω)* τὸν βουλευτὴν ἵνα θανατωθείη.

Image result for romano prisionero
ὁ δορυφόρος ἔδησε τὸν αἴτιον. 

     ὀ δὲ ἔ-φη, 
«ὦ βασιλεῦ, 
εἰ μὲν ἀληθῆ οὗτος λέγει, οὐ δυνήσει ἐμὲ ἀπο-κτείνειν, 
     ἐπεὶ γέ-γευμαι ἤδη τοῦ πώματος· 
εἰ δὲ μὴ, ὠφέλιμόν σοι τοῦτο πε-ποίηκα (· τοῦτο ὠφέλιμόν σοι ἔσται), 
     διὰ γὰρ τὴν ἐμὴν τελευτὴν (· θάνατον) ἐλεγχ-θής-εταί (ἐλέγχω· ἀποδείκνυμι αὐτὸν αἴτιον εἶναι, καταγιγνώσκω αὐτὸν. Lat. arguo) σοι οὗτος ὡς βούλεταί σε φενακίζειν (· ἀπατεῖν, χλευάζειν). 

     εἰ δὲ βούλει ταῦτα ἀκριβῶς ἐξετάζειν (· καταμανθάνειν), 
          δεῖ σε 
               πρῶτον μὲν κελεύειν τὸν ἄνθρωπον τοῦδε τοῦ πώματος τὸ λοιπὸν κατα-πιεῖν, 
               ἔπειτα δὲ κώνειον (φάρμακον θανάσιμον: Lat. cicuta) αὐτῷ δοῦναι εἰς ἀπό-πειραν. 

εἰ γὰρ ἀληθῆ δὴ εἴρηκε (< λέγω· Lat. dixit), κακὸν οὐδὲν πείσεται (< πάσχω) ταῦτα δρῶν (δράω· ποιέω). 

εἰ δὲ αὖ ψεύδεται, δίκαιός ἐστιν οὕτω κολάζεσθαι.

Morice, Easy Greek Stories, 182. The Water of Inmortality | La bebida de la inmortalidad (1/3)

     βασιλεύς τις ἄλλως τε φιλόδωρος ἦν (· ἐ-φίλουν δῶρα διδόναι)͵ καὶ μάλιστα πρὸς τοὺς φιλοσόφους (δηλονότι· οὐ μόνον πρὸς πάντας, ἀλλὰ μάλιστα πρὸς τοὺς φιλοσόφους).

     ἀλλ’ οὐκ εὖ ἐπιστάμενος διακρίνειν τοὺς ὡς ἀληθῶς σοφοὺς ὄντας, καὶ τοὺς δοκοῦντας (δοκέω· φαίνομαι) μὲν εἶναι τοιούτους, ὄντας δὲ μὴ, διὰ ταῦτα ὑπ’ ἀλαζόνων* πολλάκις ἐξ-ηπατήθη (ἐξ-ἀπατάω < ἀπάτη· δόλος).

ἀλαζών

     πρὸς τοῦτον οὖν ποτε προς-ελθὼν ἀγύρτης* τις͵ καὶ βουλόμενός τι παρ’ αὐτοῦ λαμβάνειν, ἐ-δίδου αὐτῷ πῶμα (< πίνω), φάσκων ὡς ἐὰν γεύσηταί τις τούτου, ἀθάνατος εὐθὺς γενήσεται.

ἀγύρτης: πτωχὸς, ἀπατεών < ἀπάτη

     ὁ δὲ βασιλεὺς  δεξάμενος τὸ πῶμα ἔ-μελλε πίνειν, οἰόμενος τὸν ἄνθρωπον ἀληθῆ λέγειν.

     αἰσθόμενος δὲ ταῦτα συνετός (· σοφός) τις βουλευτὴς (ὃς δίδωσι λόγους καὶ βουλὰς τῷ βασιλεῖ), καὶ τήν κύλικα ἐκ τῆς τοῦ ἀγύρτος χειρὸς ἀπροσδοκήτως (· ἐξαίφνης) ἀν-αρπάσας (< ἁρπάζω : Lat. rapio), αὐτὸς τοῦ πώματος ἀπ-ε-γεύσατο.

ἡ γυνὴ γεύεται τοῦ οἴνου ἐκ τῆς κύλικος 




Morice, Easy Greek Stories, 150 (4/4): Una falsa recompensa.

     αἰσθόμενοι δὲ ταῦτα οἱ ἄρχοντες τὸ πρᾶγμα ἔ-κριναν ὧδε.



     «σὺ μὲν ἄρα (οὖν, τοίνυν)», ἔ-φασαν, «ὦ ἔμπορε, ἀπ-έ-βαλες —ὡς ἔοικε (Lat. ut videtur)— βαλλάντιον, ἄλλα  τε ἐν αὐτῷ ἔχον καὶ σάπφειρον. 

     εὕρηκε δὲ οὗτος βαλλάντιον, ἔχον ἐν αὐτῳ ἄλλα μὲν πολλὰ, σάπφειρον δὲ οὔ. 

     δῆλον [ἐστιν ] οὖν ὅτι
        ἕτερον μέν ἐστιν ἐκεῖνο ὅπερ τότε ἀπ-έ-βαλες,
        ἕτερον δὲ αὖ τόδε ὅπερ οὗτος εὕρηκε.

     δεῖ σε οὖν τόδε μὲν τούτῳ δοῦναι πάλιν, ἴσως (Lat. fortasse) δὲ καὶ ἐκεῖνο ἄλλος τίς ποτε εὑρήσει». 

     καὶ ἐ-κέλευσαν τὸν πένητα τρεῖς ἡμέρας ἀνα-μεῖναι, σκεψόμενον εἴ τις ἄλλος τὸ βαλλάντιον προς-ποιήσεται  (προσποιέομαι: Lat. mihi vindico):

     μὴ φανέντος δὲ τοῦ τοιούτου (εἰ μὴ φανείη...), [ἐκέλευσαν] κατ-έχειν αὐτὸ καὶ μηδενὶ ἀφ-ιέναι (ἀφίημι· ἀποβάλλω, ἀπολείπω).

Morice, Easy Greek Stories, 149 (3/4): Una falsa recompensa.

     ἀκούσας δὲ ταῦτα ὁ ἔμπορος οὐδὲν ἧσσον (Lat. nihilominus) δι-ισχυρίζετο (διισχυρίζομαι· Lat. assevero), ὡς οὐ δώσει τὸν μισθὸν, ἐὰν μὴ καὶ ἐκεῖνος τὴν σάπφειρον αὖθις ἀπο-δῷ.

     πρὸς ταῦτα οὖν ὀργισθεὶς ὁ πένης εἰς-άγει τὸν ἔμπορον πρὸς  τοὺς  ἄρχοντας.

     ἐ-γένετο τοίνυν ἀνάκρισις (Lat. inquisitio), καὶ ὁ μὲν πένης τὸ πρᾶγμα δι-ηγήσατο, λέγων, ὅτι τό τε βαλλάντιον καὶ τὰ ἐν-όντα ἐν αὐτῷ πάντα ἀπο-δέ-δωκεν.

ἀνάκρισις · ἐξέτασις ὑφ’ ἑκάστης ἀρχῆς γινομένη πρὸ τῶν δικῶν

     ὁ δὲ ἔμπορος ἔ-φασκεν αὖ, ὡς ἐν-ῆν ἐν τῷ βαλλαντίῳ σάπφειρος, καὶ τὰ μὲν ἄλλα ἀπο-δέδοται, ἐκείνη δὲ οὔ.

     ἐρωτηθεὶς δὲ ποία τε ἦν ἡ σάπφειρος, καὶ πόθεν αὐτὴν κέ-κτηται (κτάομαι· διαπράττω, εὑρίσκω), οὐ δι-ε-τέλει (διατελέω· διάγω) τὰ αὐτὰ συνεχῶς (· διά παντός) ἀπο-κρινόμενος͵ ἀλλὰ φανερὸς ἦν πᾶσι ψευδῆ λέγων.

Morice, Easy Greek Stories, 148 (2/4): Una falsa recompensa.

     ἐπ-αινέσας (ἐπαινέω· ἐγκωμιάζω) οὖν τὸν πένητα, ἔ-φη δώσειν τὰς δραχμὰς, ἀλλὰ δεῖν σκέψασθαι πρῶτον, εἰ ἔν-εστιν ἔτι ἐν τῷ βαλλαντίῳ πάντα, ὅσα ἐν αὐτῷ τότε ἦν, ὅτε ἀπ-ε-βλήθη (ἀποϐάλλω ↔ εὑρίσκω).

     σκεψάμενος δὲ, «τὰ μὲν ἄλλα», ἔ-φη, «ἐν-όντα ἔτι εὑρίσκω».

     ἦν δὲ ἐν τῷ βαλλαντίῳ λίθος τις, σάπφειρος* πολυτελής (↔ εὐτελής, Lat. vili praetio)· δεῖ σε οὖν ἀπο-δοῦναι καὶ ταύτην, ἔπειτα δὲ τὰς δραχμὰς λήψει (λαμβάνω) κατὰ τὸ κηρυχθέν (· κήρυγμα).
 
σάπφειρος πολυτελής

 
     τοσαῦτα οὖν ὁ μὲν ἔμπορος ἔ-λεξεν· ὁ δὲ πένης  αἰσθόμενος ὅτι ἀπατᾶται (ἀπατάω· Lat. decipio, fallo), ὠργίσθη (ὀργίζομαι· ἀγανακτέω) τε και ἀντ-εῖπεν εὐθὺς, «ὦ οὗτος, τί (· διὰ τί) φλυαρεῖς (Lat. nugaris) ὧδε; σάπφειρος γὰρ οὐδεμία ἦν ἐν τῷ βαλλαντίῳ, ἀλλὰ τὰ ἐν-όντα ἐν αὐτῷ πάντα, ἤδη ἔχεις».

Morice, Easy Greek Stories, 147 (1/4): Una falsa recompensa.

     ἔμπορός (· πλεῖ κατὰ θάλατταν καὶ κατὰ γὴν, ὥστε ἀγοράζειν τε καὶ πωλεῖν, Lat. mercator) τις, περι-πατῶν (cfr. Cast. peripatético) ἐν τῇ ἀγορᾷ, ἔ-λαθεν ἑαυτὸν (· ἀγνὼς ἑαυτῷ) ἀφ-εὶς (< ἀπο-ἴημι· ἀποβάλλω: ἀπέβαλε) κατὰ τύχην ἐκ τοῦ κόλπου (ὁ κόλπος, Lat. sinus; cfr. Cast. golfo) βαλλάντιον* ἀργύρου πε-πληρωμένον.

βαλλάντιον
 
     ἔπειτα δὲ, βουλόμενοι πρίασθαί τι, τὸ δὲ βαλλάντιον οὐχ εὑρὼν, διὰ ταῦτα ἐς ἀπορίαν πολλὴν κατ-έ-στη.

     ἐ-ποιεῖτο οὖν κήρυγμα ἐν τῇ ἀγορᾷ, ὡς, εἴ τις τό βαλλάντιον εὑρὼν ἀπο-δώσει, λήψεται (< λαμβάνω) οὗτος παρ᾽ ἑαυτοῦ πεντήκοντα δραχμάς.

     ἀκούσας δὲ τὸ κηρυχθὲν πένης (↔ πλούσιος) τις, καὶ ζήτησιν ποιησάμενος (ποιεῖσθαι ζήτησιν: ζητεῖν) τῆς ἀγορᾶς, εὗρέ τε τὸ βαλλάντιον, καὶ, ἀπο-δοὺς  αὐτὸ, ἠξίου (< ἀξιόω) τὸν μισθὸν κομίζεσθαι (· φέρεσθαι, λαμβάνειν). ὁ δὲ ἔμπορος, —ἦν γὰρ (ὡς ἔοικεν) ἄδικος ἄνθρωπος καὶ φιλ-άργυρος,— ἐ-χάρη μὲν τὸ βαλλάντιον ἀνα-λαβὼν, τὸν δὲ μισθὸν ἀπο-τῖσαι (ἀποτίνω· ἀποδίδωμι, διαλύω) οὐκ ἐ-βούλετο...

Morice, Easy Greek Stories, 146: Los loros no apoyan la campaña.

     Καρχηδόνιός (Lat. Carthaginensis) τις ἦν ὁ Ἄννων, ἦλθε δὲ ἐπὶ τοσοῦτον ὑπερηφανίας (· ὕβρεως), ὥστε ἠξίου (ἀξιόω· αἰτέω) τέλος μηκέτι θνητὸς νομίζεσθαι ἀλλὰ θεός (οἱ μὲν ἄνθρωποι θνητοί (< θνῄσκω), οἱ δὲ θεοὶ ἀθάνατοί εἰσιν).

     βουλόμενος δὲ τὴν φήμην ταύτην περὶ ἑαυτοῦ διὰ πάσης τῆς Λιβύης κατα-σπείρειν (· καταβάλλειν; cfr σπέρμα), ἐ-μηχανήσατο (μηχανάομαι· ἐπιβουλεύω) τοιάδε.

     ὄρνιθας πολλοὺς ᾠδικοὺς* (< ᾄδω)  πριάμενος, ἔ-τρεφεν αὐτοὺς ἐν σκότῳ, καὶ ἕν τόδε μόνον ἐ-δίδασκεν αὐτοὺς λέγειν, «θεός ἐστιν Ἄννων».

ὄρνις ᾠδικός· Lat. psittăcus

     ἐπειδὴ δὲ ἐκεῖνοι, μίαν ταύτην φωνὴν ἀεὶ ἀκούοντες, ἐγκρατεῖς αὐτῆς ἐ-γένοντο, ἀφ-ῆκεν (ἀφ-ίημι· ἐάω τινὰ ἰέναι) αὐτοὺς ὁ Ἄννων, καὶ ἐ-πέτοντο ἄλλος ἄλλοσε.

     γευσάμενοι (γεύω· πειρὰν ποιεῖσθαι) δὲ ἤδη τῆς ἐλευθερίας, καὶ ἐς τὰ σύντροφα (σύντροφος: συγγενής) ἤθη (cfr Lat. ethos) πάλιν τραπόμενοι (< τρέπω), ᾖδον (< ᾄδω) πάντες τὰ οἰκεῖα ᾄσματα (< ᾄδω; Lat. cantilena

     τοῦ δὲ Ἄννωνος, καὶ τῶν ὑπ’ ἐκείνου διδαχθέντων, ὅλως ἐπ-ε-λάθοντο (< ἐπιλανθάνω· Lat. obliviscor).

Morice, Easy Greek Stories: 141. Bien merecido. Por bocazas.

     ἦν ποτε ἐν τῇ Σάμῳ ἄνθρωπός τις, ἀστεῖος (< ἄστυ· πόλις) μὲν, τῆς δὲ γλώσσης ἀ-κρατής.

     οὗτος οὖν δια-φερόμενος (διαφέρομαι· ἀγωνίζομαι) νεανίσκῳ τινὶ εὐγενεῖ, βιβλίον συν-έ-γραψεν, ἐν ᾧ ἐκεῖνον κακοῖς πολλοῖς ῥήμασιν (· λόγοις) ὠνείδισεν (ὀνειδίζω· λοιδορέω).

     πυθόμενος δὲ ταῦτα ὁ νεανίσκος, καὶ τὸ πράγμα βαρέως φέρων (βαρέως/χαλεπῶς φέρειν: Lat. aegre/graviter ferre), ἐν νῷ εἶχε τιμωρίαν (Lat. ultio, vindicta) τινὰ λαμβάνειν.

     καὶ ἐπι-τυχὼν ἐπὶ τῷ ἀνθρώπῳ ἐν τῇ ἀγορᾷ, χαλεπῶς αὐτὸν μετ-ε-χείρισε (χαλεπῶς μεταχειρίζω: κακουργέω) βακτηρίᾳ* ῥαπίζων (· κόπτω, τύπτω), καὶ ἐ-κέλευσεν αὐτὸν τὸ λοιπὸν ἀπ-έχεσθαι τῆς τοιαύτης λοιδορίας (λοιδορία· λοιδοροῦσιν οἳ ἂν κακὰ λέγωσιν ἀλλήλους μεγάλῃ τῆ φωνῇ).

βακτηρία
      ἀπο-τρέχων οὖν ἐκεῖνος ὡς (· εἰς, πρὸς) τοὺς ἄρχοντας, δίκας τούτων ᾔτει (< αἰτέω).

     οἱ δὲ ἔ-σκωπτον (σκώπτω· γελῶ καὶ ποιῶ ἄλλους γελᾶν) αὐτὸν, λέγοντες, «ὦ ἄνθρωπε, ποίων (< ποῖος) δικῶν χρῄζεις (χρῄζω· δέω); ἐκεῖνα γὰρ γράψας ἄξιος ἦσθα (< εἰμι) ῥαπίζεσθαι· ὥστε τό σοι προσ-ῆκον (· πρέπον) ἤδη ἔχεις».

Morice, Easy Greek Stories: 92. ¿Conviene casarse y tener hijos? (2/2)

... τοσαῦτα δὲ ἐκείνου εἰρηκότος (· ἐπερωτηθεὶς ἐκεῖνον περὶ πάντα), φόβος τις αἰφνιδίως (· ἐξαίφνης, εὐθύς)  τὸν Σόλωνα ἔ-σχε (ἔχω), μὴ ὁ παῖς ἑαυτοῦ εἴη. 

    βραχύ
τι (· οὐ μακρόν) οὖν σιωπήσας, ἐπ-ηρῶτα τὸν ἄνθρωπον, εἰ ὁ πατὴρ ὠνομάζετο Σόλων. 

    καὶ ἐκεῖνος ἀντ-εῖπεν εὐθύς, «νὴ (· οὕτως ἐστιν) τὸν Δία, ὦ ξένε, δοκεῖς μοι μάντις τις εἶναι ὡς ἀληθῶς! αὐτὸ γὰρ τόδε, ὅπερ εἴρηκας, τὸ ὄνομα ἦν· ἐγὼ δέ γε αὐτοῦ ἐπ-ε-λαθόμην (ἐπιλανθάνω· οὐ μνημονεύω)».


    ὁ μὲν οὖν Σόλων πρὸς ταῦτα ἐ-δάκρυσέ τε, καὶ τὴν κεφαλὴν ἑαυτοῦ ἔ-παισε (παίω· κόπτω, πλήσσω).


    γελάσας δὲ αὐτίκα (· εὐθύς) ὁ Θαλῆς, «θάρρει,» ἔ-φη, «ὦ φίλτατε· οὐ γὰρ ἀληθεῖς εἰσιν οἱ λόγοι οὗτοι.


    ἀλλὰ νῦν, οἶμαι, καὶ σὺ ὁμολογήσεις λυσιτελεῖν (· συμφέρειν, χρησιμόν ἐστιν) μὴ παιδοποιεῖσθαι. δῆλοι γάρ εἰσιν οἱ ἄπαιδες πολλῶν κακῶν ἄπειροι (↔ ἔμπειροι cfr ἐμπειρία) ὄντες». (· δῆλόν... ἐστι ὅτι... εἰσίν )


Resultado de imagen de padre e hijo
παιδοποιεῖσθαι

Morice, Easy Greek Stories: 91. ¿Conviene casarse y tener hijos? (1/2)

    Σόλων ποτε καὶ Θαλῆς δι-ε-λέγοντο περὶ εὐδαιμονίας. 

    ἔ-φη οὖν ὁ Θαλῆς βέλτιον εἶναι μὴ γαμεῖν, μηδὲ παῖδας τίκτειν. βουλόμενος δὲ καὶ Σόλωνα τοῦτο πείθειν, τοιάδε ἐ-μηχανήσατο. 


    ἄνθρωπόν τινα παρ-ε-σκεύασε, φάσκοντα «ξένον ἑαυτὸν ὄντα ἐξ Ἀθηνῶν ἀρτίως (· νῦν) ἥκειν (ἥκω· βαίνω perf.)».


    πυνθανομένου (πυνθάνομαι: αἰτέω, ἐρωτάω) δὲ τοῦ Σόλωνος περὶ τῶν ἐκεῖ, ὁ ἄνθρωπος (δε-διδαγμένος (< διδάσκω) ἃ χρὴ λέγειν), «οὐδὲν», ἔ-φη, «καινὸν, πλὴν ὅτι (lat. nihil novi nisi quod) ἐκφορὰ ἦν νεανίσκου τινός (· νεανίσκος τις ἀπέθανεν). ἦν δὲ, ὡς ἔφασαν, υἱός ἐνδόξου τινὸς πολίτου· ὁ δὲ πατὴρ αὐτοῦ οὐ παρ-ῆν, ἀλλὰ πάλαι ἀπ-ε-δήμει (· ἐν τῇ πόλει οὔκ ἦν)».

Resultado de imagen de hijo viuda nain
ἐκφορά


    «ὦ δυστυχὴς ἐκεῖνος!», ἔφη ὁ Σόλων, «τίνα δὲ ὠνόμαζον αὐτὸν;»


     ὁ δὲ ἅνθρωπος, «ἤκουσα», ἔ-φη, «τό ὄνομα, ἀλλ’ οὐ μνημονεύω»...


Zouke, Anagnostikon: 41. Ἀγησίλαος καὶ οἱ Θάσιοι



Οἱ Θάσιοι* πορευομένῳ τῷ Ἀγησιλάῳ* διὰ τῆς χώρας ἄλφιτα καὶ χῆνας καὶ ὄψα (· προσφάγια) πολυτελῆ (πολυτελής ↔ εὐτελής) ἔπεμψαν λέγοντες αὐτῷ. «῾Ημεῖς θαυμάζομέν σε τῆς ἀρετῆς καὶ ταῦτα δῶρά σοι οἱ ἄρχοντες πέμπουσιν, εἰς αὔριον δὲ πέμψουσι πλείονα». 
Resultado de imagen de harina de cebada
ἄλφιτα
Resultado de imagen de ganso
χήν

Ἀγησίλαος δὲ μόνα τὰ ἄλφιτα ἐλάμβανε, τὰ δὲ λοιπὰ ἐκέλευσε τοὺς κεκομικότας (< κομίζω) ἀπάγειν ὀπίσω. ᾽Επειδὴ δ’ οὗτοι ἐθαύμασαν ὅτι οὐ λαμβάνοι τὰ δῶρα, Ἀγησίλαος ἔλεξεν αὐτοῖς· «᾽Εὰν ἐθίσω (< ἔθος) τοὺς στρατιώτας εἰς πολυτέλειαν, οὐδὲν τῶν εἱλώτων* διοίσουσιν (< διαφέρω fut.)· τούτοις γὰρ προσήκει (· ἁρμόζει) τὰ δῶρα καὶ οὐκ ἐλευθέροις ἀνδράσιν. Ἀπάγετε οὖν ταῦτα ὀπίσω καὶ λέξατε τοῖς ἄρχουσιν ὅτι ταῦτα οὔκ ἐστι χρήσιμα τοῖς στρατιώταις».

Οἱ Θάσιοι ἀκούσαντες τῶν πρέσβεων καὶ ἔτι πλέον θαυμάσαντες τὸν ἄνδρα ἐκήρυξαν θείαις τιμαῖς θεραπεύειν αὐτόν. ῎Επεμψαν δὲ περὶ τούτου πρέσβεις πρὸς Ἀγησίλαον. Οἱ δ’ ἔλεγον· «῏Ω Ἀγησίλαε, οἱ τῆς πόλεως ἄρχοντες πεπόμφασιν ἡμᾶς λέξοντάς σοι ὅτι ἡ πόλις ἡμῶν ὡς θεὸν θεραπεύσει σε». ῾Ο δ’ ἔλεγεν· « Ἄγετε καὶ πράξατε πρῶτον ὅ,τι ἂν ὑμῖν λέξω. Ποιήσατε πρῶτον ὑμᾶς αὐτοὺς θεοὺς καί, εἰ τοῦτο πράξαιτε, λέξαιτε ἂν ὅτι καὶ τοὺς ἄλλους οἷοί τ’ἐστὲ (· δύνασθε) θεοὺς ποιῆσαι».



* Θάσος ἐστι νῆσος ἥ ἐν τῇ ἄρκτῳ τοῦ Αἰγαῖου πόντου κεῖται.
* Ἀγησίλαος ὁ μέγας, βασιλεὺς τῶν Λακεδαιμονίων (401/400-360 BC)

* ὁ εἵλως· μεταξὺ ἐλευθέρων καὶ δούλων παρὰ τοὺς Λακεδαιμονίους 

cfr. Plutarco, Apophtegmata laconica, 2.24-25