Mostrando entradas con la etiqueta Socratica. Mostrar todas las entradas
Mostrando entradas con la etiqueta Socratica. Mostrar todas las entradas

Morice, Easy Greek Stories: 95. Cómo superar el temor a hablar en público

     Ἀλκιβιάδης, νεανίσκος ὢν, σφόδρα ἐ-δε-δοίκει (δέδοικα· φοβέομαι) παρ-ιέναι εἰς τὸν δῆμον καὶ ἀγορεύειν (· λόγους ποιεῖν).

ὁ δὲ Σωκράτης ἐπ-ε-θάρσυνεν αὐτὸν (· θάρσε!), λέγων τοιάδε. 

    «ὦ φίλε, τί ἀ-θυμεῖς ; οὐ γὰρ δὴ δέ-δοικας ἐκεῖνον τὸν σκυτοτόμον» — εἰπὼν τὸ ὄνομα τοῦ ἀνθρώπου,— «ἀλλὰ κατα-φρονεῖς αὐτοῦ (·φαῦλον, ἁπλοῦν νομίζεις ), εἰκότως (lat. ut par est), δῆλον γὰρ ὅτι σοι τὸ γένος πολὺ λαμπρότερόν ἐστιν ἢ ἐκείνῳ. ἔτι δὲ ἐκεῖνον τὸν κήρυκα οὐ δέ-δοικας, οὐδὲ ἐκεῖνον αὖ τὸν κεραμεά».

Resultado de imagen de zapatero remendón
σκυτοτόμος


     ὁ δὲ Ἀλκιβιάδης πρὸς ταῦτα ἔ-φη, ὅτι ἐκείνους μὲν οὐ δέ-δοικεν, ἀλλὰ τὸν δῆμον.


     ὑπο-λαβὼν (
ὑπολαμβάνω· ἀποκρίνομα) δὲ ὁ Σωκράτης,  «οὐκοῦν (· τοίνυν)» ἔ-φη, «ὁ δῆμος ἐκ τούτων ἤθροισται (· συλλέγεται) καὶ εἰ κατα-φρονεῖς τῶν καθ’ ἕκαστον, κατα-φρονητέον (lat. contemnendum est) καὶ τῶν συμπάντων».

La virtud crece con el ejercicio, decrece sin él (cfr Xen. Mem. 1.2.19-21)

     Πολλοὶ τῶν φασκόντων φιλοσοφεῖν λέγουσιν ὅτι ἀδύνατόν ἐστι τὸν δίκαιον ἄδικον γίγνεσθαι, οὐδὲ τὸν σώφρονα ὑβριστήν.

     Ἐγὼ δὲ περὶ τούτων οὐχ οὕτω γιγνώσκω· ὁρῶ γὰρ ὥσπερ τὰ τοῦ σώματος ἔργα τοὺς μὴ τὰ σώματα ἀσκοῦντας (ἀσκέω· μελετάω· ποιῶ τι πολλάκις, ἵνα ἔμπειρος γίγνωμαι) οὐ δυναμένους ποιεῖν, οὕτω καὶ τὰ τῆς ψυχῆς ἔργα τοὺς μὴ  τὴν ψυχὴν ἀσκοῦντας οὐ δυναμένους ποιεῖν· οὔτε γὰρ ἃ δεῖ πράττειν δύνανται πράττειν, οὔτε ὧν δεῖ ἀπέχεσθαι δύνανται ἀπέχεσθαι.

Resultado de imagen de sócrates


     Δι’ ὅ (διὸ· διὰ τοῦτο) καὶ τοὺς υἱοὺς οἱ πατέρες, κἂν (· καὶ ἐὰν) ὦσι σώφρονες οἱ υἱοί, ὅμως ἀπὸ τῶν πονηρῶν ἀνθρώπων εἴργουσιν (εἴργω· ἀμύνω), ὅτι ἡ μὲν τῶν χρηστῶν  (χρηστός ἐστιν ὁ μὴ ἀδικῶν μηδένα, ἀγαθός) ὁμιλία ἄσκησίς (cfr ascesis) ἐστι τῆς ἀρετῆς, ἡ δὲ τῶν πονηρῶν [ὁμιλία] κατάλυσις [τῆς ἀρετῆς].

     Ὁρῶ γὰρ ὥσπερ τῶν ἐν μέτρῳ ἐπῶν τοὺς μὴ μελετῶντας ἐπιλανθανομένους, οὕτω καὶ τῶν διδασκαλικῶν λόγων τοῖς ἀμελοῦσι (ἀμελέω τούτου, οὐ μηδέν μοι μέλει) λήθην ἐγγιγνομένην.

Zouke, Anagnostikon: 58. Σωκράτης πρὸς Λαμπροκλέα

    Σωκράτης αἰσθόμενός ποτε Λαμπροκλέα (Λαμπροκλης, νέος εὐγενὴς Ἀθηναῖος, φίλος καὶ μαθητὴς τοῦ Σωκράτους) χαλεπαίνοντα πρὸς τοὺς γονέας εἶπεν αὐτῷ· «Γιγνώσκεις ἆρά (lat. -ne?) γε (lat. quidem), ὦ παῖ, ὅτι τῶν ἀνθρώπων ἔνιοι ἀχάριστοι καλοῦνται; τί δὲ ποιοῦντες οὗτοι τὸ ὄνομα τοῦτο ἔχουσιν;» 

    « Ὅτι πολλὰ ἄλλα εὖ παθόντες (εὖ πάσχω· ευεργετοῦμαι)», ἔφη, «οὐδεμίαν χάριν ἔχουσι τοῖς εὐεργετήσασιν (εὐεργετέω < εὐεργέτης· ὁ εὖ ποιῶν τινα)».


Resultado de imagen de pietas de eneas



    « Ἀλλὰ σκεψώμεθα (σκέπτομαι· ἐνθυμέομαι)», ἔφη Σωκράτης, «τίνας ἄλλους ἂν ὑπὸ τίνων εὕροιμεν εὐηργετημένους ἢ παῖδας ὑπὸ γονέων; ποῖα δὲ καὶ πόσα ἐστὶ τὰ ὑπ’ αὐτῶν τοῖς υἱοῖς παρεχόμενα ἀγαθά; πηλίκους δὲ πόνους πονοῦσι χάριν αὐτῶν (· ὑπὲρ αὐτῶν); ὑπὸ ποίας δέ τινος ἀνάγκης ταῦτα πάντα πράττουσι; πότερον, ὡς εὖ παθόντες ποτὲ ὑπὸ τῶν υἱῶν ἢ ὡς μέλλοντες χάριν παρ’ αὐτῶν ἀπολήψεσθαι (ἀπολαμβάνω); τίσιν οὖν ἄλλοις ἢ τοῖς υἱοῖς προσήκει (· πρέπει) σέβεσθαι τοὺς γονέας;

    ᾽Εγὼ μέν, ὦ παῖ, λογίζομαι ὅτι ἀμφότεροι μὲν οἱ γονεῖς πονοῦσι δι’ ὅλης τῆς ἡμέρας, ἑκάτερος δέ, ἐὰν ἄττα (· τινά) ἐλλείπῃ (ἐλλείπω· δέω) τοὺς υἱούς, ἐπιμελεῖται, ὅπως ὡς πλεῖστα ἀγαθὰ αὐτοῖς παρασκευάσει· καὶ ὁ μὲν πατὴρ τῶν ἔξω τοῦ οἴκου ἐπιμελεῖται, ἡ δὲ μήτηρ τὰ ἐν τῷ οἴκῳ διοικεῖ· οὐδέτερος δὲ χαλεπαίνει ἐπὶ τοῖς τοιούτοις πόνοις· ἢ οὐκ ἀληθῆ ταῦτά ἐστι;» 

    Λαμπροκλῆς δ’ ἔφη· «Καὶ ταῦτα καὶ ἄλλα πολλαπλασίονα ποιοῦσιν οἱ γονεῖς· οὐδενὸς δ’ ἀπέχουσιν, ἵνα ἕκαστος τῶν υἱῶν πλεῖστα τὰ ἀγαθὰ ἔχῃ· γιγνώσκω δ’ ἔτι ὅτι οἱ γονεῖς καὶ τὴν ζωὴν θύουσιν ὑπὲρ τῶν τέκνων». 


    Καὶ ὁ Σωκράτης ἔφη· «᾽Εὰν οὖν, ὦ παῖ, σωφρονῇς,  μηδὲν παύου τιμῶν τοὺς γονέας, ἵνα μὴ ἀχάριστος γένῃ. Εἰ γὰρ ὑπολάβοιέν (ὑπολαμβάνω· νομίζω) σε ἀχάριστον περὶ τοὺς γονέας εἶναι, οὐδεὶς ἂν νομίσειέ σε ἀγαθὸν πολίτην ἔσεσθαι».

Zouke, Anagnostikon: 44. Θάνατος Σωκράτους



Πρὸ τῆς ἀνατολῆς τοῦ ἡλίου πολλοὶ τῶν μαθητῶν συνηθροισμένοι (· συνηγμένοι : lat. congregati) ἦσαν ἐν τῷ πρὸ τῆς φυλακῆς χώρῳ.

Σωκράτης δ’ ἐκείνης τῆς νυκτὸς ἀνεπέπαυτο (ἀναπαύομαι· lat. pernocto) λαμπρῶς καὶ οὐδέπη (· μηδενί τρόπῳ) ἐτετάρακτο (< ταράττω). Ἅμα δὲ τῇ ἡμέρᾳ εἰσῆλθον διὰ τῆς πρὸς βορρᾶν τετραμμένης (lat. ad Aquilonem vergentem) πύλης πολλοί, μεταξὺ δὲ καὶ οἱ παῖδες κεκομισμένοι (< κομίζω· φέρω) ἦσαν. Σωκράτης δὲ πρὸς τοὺς ἠθροισμένους ἔλεγεν· «Ἄνδρες φίλοι, ἅπαντα τὸν βίον πεπολίτευμαι (πολιτεύω· ὡς πολίτης ζῶ) σωφρόνως καὶ ἀξίως τῆς πόλεως. Διδάσκων τοὺς νέους καὶ προ-άγων αὐτοὺς ἐπ’ ἀρετὴν οὐδεπώποτε πέπραγμαι μισθὸν αὐτοὺς νομίζων οὕτω τὰ ὑπὸ τῶν θεῶν τεταγμένα (<τάττω) μοι πράττειν. ᾽ῃσθανόμην (< αἰσθάνομαι) δ’ ὅτι οὐδενὶ τρόπῳ ἀποτετραμμένος (< ἀπὸ-τρέπω) ἂν εἴνην τούτου. Διὸ καὶ ὑμεῖς μηδέποτε παύσασθε πολιτευόμενοι δικαίως· ἐὰν γὰρ οὕτω πεπαιδευμένοι ἦτε, ὠφέλιμοι (· χρήσιμοι) τῇ πολιτείᾳ ἔσεσθε ». Ταῦτα αὐτοῖς εἶπεν. 



La muerte de Sócrates (1787), Jacques-Louis David

Εὐθὺς δὲ μετὰ τοῦτο ἔλεξεν· «Ἀλλ᾽, ὦ Κρίτων, ἐνεγκέτω (< ἔν-φερω) τις τὸ φάρμακον, εἰ τέτριπται (< τρίβω)». Καὶ ὁ ἄνθρωπος ἐν κύλικι τὸ φάρμακον τετριμμένον (· τὸ κώνειον : lat. cicuta) ἤνεγκε τῷ Σωκράτει. Καὶ οὗτος μὲν ἐξέπιεν (< ἐκ-πίνω· πίνω μέχρι πρὸς τὸ τέλος) ἠρέμα (↔ τάχιστα) τοῦτο, πολλοὶ δὲ τῶν παρόντων ἐγ-κεκαλυμμένοι* τὸ πρόσωπον ταῖς χερσὶν ἀπέκλαιον. ῾Ο δ’ ἐπειδὴ τὰ σκέλη ᾐσθάνετο (< αἰσθάνομαι) βαρυνόμενα (βαρύς ↔ κοῦφος ), ὕπτιος (lat. supinus) κατεκλίνετο. ῾Ο δ’ ἄνθρωπος διατρίψας συχνὸν (· πολὺν) χρόνον (διατρίβω χρόνον : lat. tero tempus) ἐξ-ε-κάλυψεν αὐτὸν ―ἐν-ε-κε-κάλυπτο γάρ·― (ἐκ-καλύπτω ↔ ἐγ-καλύπτω) Κρίτων δ’ ἰδὼν αὐτὸν νεκρὸν συνέκλεισε τὸ στόμα καὶ τοὺς ὀφθαλμούς.

cfr. Fedón 117e-118c




*
- καλύπτω : envolver, cubrir con algo (cfr. apocalipsis, calipso)
- κρύπτω : ocultar (cfr. cripta)
- στέγω : cubrir (τὸ στέγος: lat. tectum)