Mostrando entradas con la etiqueta Agricultura. Mostrar todas las entradas
Mostrando entradas con la etiqueta Agricultura. Mostrar todas las entradas

Zouke, Anagnostikon: 53. Ἀγησίλαος ἐν Ἀσίᾳ

     Ἀγησίλαος* ἠξίου (ἀξιόω*· αἰτέω) παρὰ τῶν στρατιωτῶν μὴ δῃοῦν (< δηιόω· πορθέω, φθείρω) μηδ᾽ ἑρημοῦν τὴν Ασίαν· ἐγίγνωσκε γὰρ ὅτι, ἐὰν ταύτην δῃῶσί καὶ ἐρημῶσιν, οὐχ ἕξουσι τὰ ἐπιτήδεια (lat. commeatus). Παρῂνει (παραινέω· κελεύω, οὐχ ὡς δεσπότης, ἀλλ’ ἐξ ἴσου λέγων) δὲ πᾶσι βοηθεῖν τοῖς ἀροῦσι (< ἀρόω) τὴν χώραν, ἵνα οὕτω τὴν πρὸς τὴν γεωργίαν ἀγάπην δηλῶσιν. Εἰ δέ τινας ὁρῴη ἀδίκους πρὸς τοὺς γεωργοῦντας, τούτους ἰσχυρῶς ἐζημίου (ζημιόω· κολάζω). «Δεῖ», ἔλεγε τοῖς στρατιώταις, «μὴ δουλοῦν, ἀλλ’ ἔργῳ ἐλευθεροῦν τοὺς ῞Ελληνας· οὕτω γὰρ ἂν βεβαιοῖμεν (< βέβαιος· lat. firmus, stabilis) τὴν πρὸς ἡμᾶς πίστιν τῶν ῾Ελλήνων».
Resultado de imagen de greek tent
σκηνή

       ᾽Επεμελεῖτο (ἐπιμελοῦμαι· προθυμοῦμαι πάντα ποιῶ ὅπως τι γενήσεται), δέ, ὅπως καὶ τὰ καταλελειμμένα (<κατα-λείπω) παιδία συσκηνοῖεν (< σύν-σκηνή), τοὺς δὲ γέροντας αἰχμαλώτους (· τοὺς ἁλισκωμένους) τιμῆς ἠξίου*, ὥστε οἱ μανθάνοντες τοῦτο εὐμενεῖς αὐτῷ ἦσαν. Οὕτω κατώρθου (< κατα-ὀρθόω) ἄρχειν ἐν Ἀσίᾳ δι’ ἀγάπης μᾶλλον ἢ διὰ φόβου.

* ἦν δὲ Λακεδαιμονίων ἐπιφανὴς καὶ γενναῖος βασιλεὺς (444-358 a. C.)

*ἀξιόω·
1. Considerar digno, tener por digno a alguien (acc.) de algo (gen.)
2. Considerar conveniente, pedir a alguien (acc.) algo (inf.): αἰτέω

Zouke, Anagnostikon: 52. Ὁ βασιλεὺς τῶν Περσῶν περὶ γεωργίας

῾Ο βασιλεὺς τῶν Περσῶν ἡγεῖτο (ἡγέομαι· κρίνω) τὴν γεωργίαν ἐν τοῖς καλλίστοις ἐπιμελήμασιν (ἐπιμελοῦμαι· προθυμοῦμαι πάντα ποιῶ ὅπως τι γενήσεται) εἶναι. Διὸ (δι’ὅ: lat. quare) τοῖς ἐπιμελουμένοις αὐτῆς καὶ παρεχομένοις τὴν χώραν πυκνῶς (πυκνός ↔ μανός: lat. rarus, ἀραιός: lat. tenuis) συνοικουμένην παρεῖχε πάντα, ὧν ἐδέοντο. Πρῶτον μέν, διότι οὗτοι μάλιστα ἂν εὐσεβεῖεν τὰ πρὸς τοὺς θεούς· ἐκ γὰρ τῶν γιγνομένων καρπῶν κοσμοῦνται καὶ βωμοὶ* καὶ ἀγάλματα* καὶ ναοί*. Δεύτερον δέ, διότι ἡ γῆ γεωργουμένη ἀμείβει (· μεταβάλλει) τοὺς γεωργοὺς ἀνδρίζουσα καὶ γυμνάζουσα αὐτούς. Τοὺς δὲ μὴ προθυμουμένους τῶν γεωργῶν ἐτιμωρεῖτο (τιμωρέω· κολάζω) καὶ τὴν χώραν αὐτοὺς ἀφῃρεῖτο (< ἀφ-αιρέω), ἵνα τοῖς ἐργαζομένοις διανέμοι ταύτην καὶ οὕτω μὴ στεροῖτο (lat. sterilis) ἡ πατρὶς καρπῶν. ῎Ελεγε δ’ αὐτοῖς· «᾽Εὰν ἡ χώρα μὴ γεωργῆται, οὐ μόνον αὕτη, ἀλλὰ καὶ ἡ πατρὶς ἀδικεῖται· ἡ γὰρ ἀργία (< ἀ-ἔργια) τὸ ἀπόλεμον (< ἀ-πόλεμος) παρασκευάζει. Ὅταν δὲ στερώμεθα καρπῶν καὶ ἀπόλεμοι ὦμεν, τότε κακῶς μὲν πάσχει ἡ χώρα, κινδυνεύομεν δὲ πάντες ὑπὸ τοῖς πολεμίοις γενέσθαι· εἰ γὰρ οἱ πολέμιοι ὁρῷεν ἡμᾶς ἀπολέμους, οὐκ ἂν εὐλαβοῖντο (lat. cavere) τὸν κίνδυνον καὶ προθυμοῖντο ἂν καταστρέψασθαι ἡμας. ᾽Επιμελεῖσθε οὖν τῆς γεωργίας, ἵνα  καὶ ὑμεῖς εὖ πράττητε καὶ τῇ πατρίδι ὑπουργῆτε (ὑπουργέω· βοηθέω)».

Imagen relacionada
ναὸς καὶ βωμὸς ἄνευ ἀγάλματος