τιάρα |
σκόλοπες |
οἱ μὲν οὖν ἄλλοι ταῦτα ἐ-ποίουν· ἦν δὲ Τέλλος τις, τοξότης τῶν τότε ἀνθρώπων μακρῷ ἄριστος, καὶ δόξαν ἔχων ἐν τῇ πατρίδι, ὡς συνετὸς ἀνὴρ ὢν, καὶ ἅμα εὔτολμος.
πυθόμενος ἄρα οὗτος οἷα ὁ σατράπης κελεύει, ἠγανάκτησε. παρ-ιὼν δέ ποτε παρ’ ἐκεῖνον τὸν τόπον, καὶ τὴν τιάραν ἰδὼν, οὐ μόνον αὐτὴν οὐ προς-ε-κύνησεν, ἀλλὰ καὶ ὀϊστὸν ἐπὶ αὐτῇ ἐφ-ῆκεν ἀπὸ τοῦ τόξου.
ὁ τοξότης ἐφίησιν ὀϊστὸν ἀπὸ τοῦ τόξου (: τοξεύει) ἐπὶ σκοποῦ |
πρὸς ταῦτα οὖν ὀργισθεὶς ὁ Γεσελὴρ ἐ-κέλευσε τοὺς δορυφόρους συλ-λαβεῖν ἐκεῖνον ἐπὶ θανάτῳ.
No hay comentarios:
Publicar un comentario