Mostrando entradas con la etiqueta Dionisyus. Mostrar todas las entradas
Mostrando entradas con la etiqueta Dionisyus. Mostrar todas las entradas

Morice, Easy Greek Stories, 109. La discusión de dos poetas

τε-θνηκότες ποτε ποιηταὶ δύο ἐν Ἅιδου [sc. οἴκῳ] ἐ-στασίαζον (στασιάζω· λόγοις μάχομαι)·

ἔ-φη γὰρ ἑκάτερος (Lat. uterque), ὡς κράτιστος πάντων ποιητῶν αὐτός ἐστι. τούτου οὖν τοῦ πράγματος τήν κρίσιν κοινῇ (· ἅμα) ἐπ-έ-τρεπον τῷ Διονύσῳ, ἐπεὶ ἐ-δοκεῖ ἐκεῖνος τῆς μουσικῆς ἔμπειρος (cfr. Lat. peritus) εἶναι.

Dionysos

ὁ μὲν οὖν ἕτερος (Lat. alter) τῶν ποιητῶν ἔ-φη, δεῖν ἑκάτερον προ-φέρειν τὰ ἑαυτοῦ ποιήματα, ἵνα ἀνα-γνοὺς αὐτὰ ὁ Διόνυσος ἔχοι (ἔχειν· δύνασθαι) εἰπεῖν, ὁπότερος (Lat. uter) κρείσσων εἴη.

ὁ δὲ ἕτερος ἀντ-εῖπεν, «ὦ μιαρὲ σὺ! οὐκ ἐξ ἴσου (δικαίως) ἀγωνιούμεθα, ἢν (· ἐὰν) ἐκεῖνά γε ποιῶμεν. τὰ γὰρ σὰ ποιήματά σοι συν-τέ-θνηκεν, ὥστε ἕξεις αὐτὰ προ-φέρειν. τὰ δὲ ἐμὰ οὐκ ἐνθάδε (· ἐν Ἅιδου) ἐστὶν, ἀλλ’ ἄνω ἐπὶ τῆς γῆς· ἔστι γὰρ ἀθάνατα.»

Morice, Easy Greek Stories: 26. ὁ Διόνυσος καὶ οἱ λῃσταί

     ὁ θεὸς Διόνυσος τὴν ἄμπελον εὗρε πρῶτος. φασὶ δὲ οἱ μυθολόγοι, ὡς τοὺς εἰς αὐτὸν ἀ-σεβοῦντας (< σέβομαι) ἐκόλαζε, μανίαν ἐμβάλλων. πολλοὶ δὲ ἦσαν οἱ τοιοῦτοι. εἰώθει (εἴωθα· ἐθίζω < ἔθος ) γὰρ ὁ Διόνυσος θνητῷ εἰκασθεὶς (εἰκάζω· μιμέομαι) ἐπὶ γῆς φαίνεσθαι, ὥστε ἔλαθε (λανθάνω) θεὸς ὤν.

λῃστής

      βουλόμενος δέ ποτε εἰς νῆσόν τινα διακομισθῆναι (διακομίζομαι· διαβαίνω) ἐμισθώσατο (μισθοῦμαι· lat. conduco) ἐπὶ τῷ πλῷ τριήρη τινὰ λῃστρικήν. ἐπιβουλεύσαντες τοίνυν αὐτῷ οἱ ναῦται ἔμελλον πλεῖν ἐς τὴν Ἀσίαν, ἵνα πωλήσωσιν αὐτὸν ἐπὶ δουλείᾳ.

     ὁ δὲ θαυμασίῳ τινὶ τρόπῳ δίκην παρ’ ἐκείνων ἔλαβε (δίκην λαμβάνω παρά τινος· ζημιόω, κολάζω τινά). τὸν γὰρ ἱστὸν τῆς νεὼς καὶ τὰς κώπας ἐποίησεν ὄφεις· οἱ δὲ ναῦται μανέντες (μαίνομαι), καὶ ἐς τὴν θάλασσαν ἐκπηδήσαντες (πηδάω· ἅλλομαι, lat. salio), ἐγένοντο δελφῖνες.

Vaso etrusco de figuras negras. s. VI a.C., Toledo Museum of Art, Toledo, Ohio
οἱ δὲ ναῦται... ἐγένοντο δελφῖνες.

Vaso ateniense de figuras negras. s. VI a.C., Staatliche Antikensammlungen, Munich