Mostrando entradas con la etiqueta Mythologica. Mostrar todas las entradas
Mostrando entradas con la etiqueta Mythologica. Mostrar todas las entradas

Morice, Easy Greek Stories, 155. Dionisio y Penteo

     εἰώθει (· ἐθίζει < ἔθος) ὁ θεὸς Διόνυσος, δι-ελθὼν τὰς πόλεις τῶν τε Ἑλλήνων καὶ τῶν βαρβάρων, θείαν τινὰ μανίαν ταῖς γυναιξὶν ἐμ-βάλλειν, ὥστε ἔ-δει αὐτὰς κατα-λιπεῖν τὰς οἰκίας, ἐξ-ιούσας δὲ εἰς τὰ ὄρη χορεύειν ἐκεῖ καὶ βακχεύειν*.

χορεύειν ἐκεῖ καὶ βακχεύειν

     ἀφ-ικόμενος οὖν ἐς Θήβας τὰ αὐτὰ καὶ ἐκεῖ ἐ-ποίει.
 

     ἀισθόμενος δὲ ταῦτα Πενθεὺς ὁ τῶν Θηβαίων βασιλεὺς τὸ πρᾶγμα βαρέως ἔ-φερεν (βαρέως φέρω τι · χαλεπῶς φέρω, ἀγανακτῶ).
 

     ἐ-βούλετο οὖν καθ-εῖρξαι (κατείργω· ἀπέχω) τὸν θεὸν·
 

     ὁ δὲ (ὁ θεὸς Διόνυσος), δια-ρ-ρήξας (<ῥήγνυμι) τοὺς δεσμοὺς*, τὰς γυναῖκας αὖθις ἐξ-ήγ-αγεν (ἐξ-άγω). 
...δια-ρ-ρήξας τοὺς δεσμοὺς*

      ἀπορῶν (ἀπορέω· ἐν ἀπορίᾳ εἰμί) οὖν πρὸς ταῦτα ὁ Πενθεὺς ἦλθε καὶ αὐτὸς εἰς τὰ ὄρη κατά-σκοπος. 

     αἱ δὲ γυναῖκες, ἰδοῦσαι αὐτὸν καὶ μανεῖσαι, δι-έ-σπασαν αὐτὸν κατὰ μέλη*· ἐ-νόμισαν γὰρ αὐτὸν εἶναι θηρίον.

...δι-έ-σπασαν αὐτὸν κατὰ μέλη

Morice, Easy Greek Stories: 100. Hermes disfrazado de hombre (5/5)

τότε δὲ στᾶσα ἡ γυνὴ καὶ βοῶσα (< βοή) ᾔτησε (αἰτέω) παρὰ τοῦ θεοῦ ἀλλᾶντα.

Resultado de imagen de morcilla
ἀλλᾶντες

«ὁ γὰρ ἐμὸς ἀνὴρ», ἔ-φη, «τὰ τοιαῦτα στέργει».
 

ταύτῃ οὖν ἀλλᾶντα δοὺς ὁ θεὸς, «ἕν μὲν», ἔ-φη, «τῶν δώρων ἔχεις!»

τότε δὲ ὀργισθεὶς ὁ ἄνθρωπος, «ὦ γύναι», ἔ-φη, «βούλομαι τὸν ἀλλᾶντα τῇ σῇ ῥινὶ ἐμ-φύεσθαι (· αὐξάνεσθαι)».


Resultado de imagen de nariz
ῥίς

ὀ δε θεὸς εὐθὺς, «ἔστω (εἰμὶ) ταῦτα!» ἔ-φη, «καὶ τῶν δώρων τὸ δεύτερον ἔχεις τόδε!»

ἀλλ’  οὐδὲ ταῦτα ἐκείνῳ ἤρεσκεν (ἀρέσκω, Lat. placuit)· ἐ-φοβεῖτο γὰρ, μὴ καταγέλαστος ᾖ, τοιαύτην τὴν γυναῖκα ἔχων. ἠναγκάσθη (< ἀνάγκη) οὖν τὸ τρίτον δεῖσθαι (δέομαι· ἱκετεύω) τοῦ θεοῦ, ὥστε ἀφανίσαι (ἀφανίζω· ἀν-αιρέω) αὖθις τὸν ἀλλᾶντα.


τοῦτο δὲ ποιήσας ὁ ῾Ερμῆς καὶ αὐτὸς ἠφάνιστο.

Morice, Easy Greek Stories: 99. Hermes disfrazado de hombre (4/5)

ἀκούσας δὲ ὁ θεὸς, «βούλει οὖν», ἔ-φη, «δῶ σοι νέαν τινὰ οἰκίαν καὶ καλὴν, ἀντὶ τῆσδε τῆς καλῦβης;» 

καὶ ἐκεῖνος ἔ-φη βούλεσθαι.


ὁ δὲ θεὸς «ἔσται ἄρα (· οὖν) ταῦτα» ἔ-φη· καὶ ἅμα ἔ-δειξεν αὐτῷ οἰκίαν λαμπροτάτην, ἐκεῖ ἑστῶσαν, ἵνα (· ὅπου) πρὸ τοῦ (τοῦ Pron.· τούτου) ἦν ἡ καλύβη. ὁ μὲν οὖν ῾Ερμῆς, τοσαῦτα εἰρηκὼς, ἀπῄει (ἄπειμι· ἀπέρχομαι).


ὁ δὲ πένης, εἰς-ελθὼν εἰς τὴν οἰκίαν, τὸν λοιπὸν βίον μακαρίως δι-ῆγε.


πυθόμενος (πυνθάνομαι· μανθάνω, οἶδα) δὲ ἐκεῖνα, ὁ πλούσιος ἠθύμησεν (ἀθυμέω· ἄθυμός εἰμι καὶ οὐ θαρρῶ). ἐ-κέλευσεν οὖν τὴν ἑαυτοῦ γυναῖκα θεῖν, καὶ —ἢν (· ἐὰν) δύνηται—  τόν ξένον πείσασαν (πείθω τινά τι = παραινέω τινὶ ποιεῖν τι, Lat. suadeo) ἀπ-άγειν· ἔ-φη γάρ βούλεσθαι καὶ αὐτὸς ἐκεῖνον ἑστιᾶν (ἑστιάω· ὑποδέχομαι τὸν ξένον).


ὁ δὲ Ἑρμῆς, ἀκούσας ἃ ἡ γυνὴ λέγει, πρῶτον μὲν οὐκ ἐ-πείθετο (πείθομαι· ὑπακούω), τέλος δὲ ἔφη εἰς-ιέναι. δειπνήσας ἄρα μετὰ τῶν πλουσίων, τρία δῶρα καὶ τούτοις ὑπ-έ-σχετο (ὑπισχνέομαι· ἐπαγγέλλομαι, Lat. polliceor).

Morice, Easy Greek Stories: 98. Hermes disfrazado de hombre (3/5)

     ἐπειδὴ δὲ ἡμέρα ἐ-γένετο, ἔ-μελλεν ὁ Ἑρμῆς ἀπ-ιέναι. καλέσας δὲ τὸν δεσπότην, ἔ-φη αὐτὸς θεὸς εἶναι.

     καὶ βουλόμενος ἐκείνῳ ἀμοιβήν (· μισθόν) τινα τίνειν (τίνω· ἀποδίδωμι), «δῶρα», ἔ-φη, «τρία σοι δώσω, ἃ ἂν αὐτὸς κελεύῃς. εἰπὲ δέ μοι, τίνων μάλιστα ἐπι-θυμεῖς;»

     ὁ δὲ πένης ἀντ-εῖπε πρὸς ταῦτα, «ὦ μέγιστε θεῶν! τὰ μὲν δύο τῶν δώρων, ὧν κτήσασθαι (· λαβεῖν) βούλομαι, αὐτίκα σοι εἰπεῖν ἔχω (· δύναμαι)· περὶ δὲ τοῦ τρίτου ἀπορῶ (· ἐν ἀπορίᾳ εἰμί). 

     τὸ μὲν οὖν πρῶτον, βούλομαι, ὅταν τελευτῶ, ἐλθῶν εἰς τὸ Ἠλύσιον, μακάριος εἶναι. 
     τὸ δὲ δεύτερον, εὖ πάσχειν καὶ ἐν τῷ παρ-όντι βίῳ. 
     τό δὲ τρίτον, οὐκ οἶδα τί χρὴ ἐπ-αιτεῖν.»

Resultado de imagen de mitología griega campos eliseos
Ἠλύσιον πεδίον: ἐν ᾧ οἱ παρ' Ἕλλησι δίκαιοι αὐλίζονται, μετὰ θάνατον ἐκεῖσε ἐλευσόμενοι (Suda)

Morice, Easy Greek Stories: 97. Hermes disfrazado de hombre (2/5)

     προ-βὰς δέ ἐντεῦθεν (· ἐκ τούτου τοῦ τόπου) ὀλίγον, ὁ θεὸς  εἶδε καλύβην πένητός τινος οὐ πόῤῥω ἀπ-οῦσαν (< ἄπειμι). ταύτῃ οὖν προς-ελθῶν, τὴν θύραν ἔ-κοψε, καὶ ἠρώτησε τὸν δεσπότην, εἰ ἔξ-εστιν ἐκεῖ ἀνα-παύεσθαι (lat. pernoctare);

Resultado de imagen de cabaña
καλύβη


    «προς-ελθῶν γᾶρ», ἔ-φη [ὁ θεὸς], «πρὸς ἐκείνην τὴν οἰκίαν, τὴν καλὴν καὶ μεγάλην, καὶ δεηθεὶς (δέω· ἱκετεύω) ταῦτα παρὰ τῶν ἐκεῖ, ξενίσεως οὐκ  ἔ-τυχον. ὥστε ἐκεῖθεν (· ἀπ’ ἐκείνου τοῦ τόπου) ἀπ-ε-ωσμένος (ἀπ-ωθἑω· ἀπ-ελαύνω) ἐνθάδε (δεῦρο· πρὸς τοῦτον τὸν τόπον) ἀφ-ικνοῦμαι.

     οἶδα γὰρ πένητας πολλοὺς ἐλευθεριωτέρους (ἐλευθέριος· lat. liberalis) ὄντας τῶν πάνυ πλουσίων. ἐλπίζω δὲ καί σε ταχέως τοιοῦτον φανήσεσθαι».

    ἀκούσας δὲ τοσαῦτα πένης φιλοφρόνως τὸν ξένον ἐ-δέξατο, δεῖπνόν τε αὐτῷ καὶ κλίνην —οἷα ἐδύνατο— παρ-έχων. καὶ εἰς-ελθῶν ἐκεῖνος εἰς τὴν καλύβην, τὴν νύκτα ἐκεῖ δι-ῆγε.

Morice, Easy Greek Stories: 96. Hermes disfrazado de hombre (1/5)

     περὶ μὲν οὖν τῶν θεῶν οἱ παλαιοὶ ῥαψῳδοὶ πολλοὺς καὶ ἡδεῖς λόγους δι-ηγοῦντο (διηγέομαι· ἐξηγέομαι). ἔ-φασκον γὰρ, ὡς ἐκεῖνοι ἐπὶ γῆς φαίνονται πολλάκις, οὐ μέντοι θεῶν ἔχοντες εἴδη, ἀλλ’ ἐς τὰς τῶν ἀνθρώπων μορφὰς ἑαυτοὺς μετ-αλλάξαντες (μεταλλάσσω ἐς τὰς μορφάς· μεταμορφόω).

     τούτων δὲ τῶν μύθων εἷς τίς ἐστι περὶ τοῦ Ἑρμοῦ, ὡς πορείαν ποτὲ ποιούμενος (πορείαν ποιοῦμαι· περιπατέω) ἐν τῇ βαρβάρῳ, διὰ τὸ μῆκος τῆς ὁδοῦ ἔ-καμνεν.

Hermes, museo Pío-Clementino, Ciudad del Vaticano


     ἐ-βούλετο οὖν ἀνα-παύεσθαι παρὰ πλουσίῳ τινὶ ἀνθρώπῳ, οὗπερ ἡ οἰκία ἔ-τυχε τῆς ὁδοῦ ἐγγὺς οὖσα. ὁ δὲ, ὡς γλίσχρος (· φειδωλός, lat. parcus, cast. 'tacaño') ὢν καὶ ἀ-γνώμων, τὸν ξένον ἀπ-ε-ώθει (ὠθέω: ἐλαύνω, προσάγω)· οὐ γὰρ ἔ-γνω αὐτὸν θεὸν ὄντα. ἀγανακτήσας οὖν ὁ ῾Ερμῆς ἀπ-ῄει (ἄπειμι· ἀπέρχομαι).

La función educativa de los mitos (cfr Str.1.2.8)

     Πάλαι τοὺς μύθους ἀπεδέχοντο οὐχ οἱ ποιηταὶ μόνον ἀλλὰ καὶ αἱ πόλεις καὶ οἱ νομοθέται τοῦ χρησίμου χάριν· φιλ-ειδήμων (φίλος + εἰδέναι < οἶδα) γὰρ ὁ ἄνθρωπος φύσει, προοίμιον (· ἀρχή) δὲ τῆς παιδείας οἱ μῦθοι.

     Ἀπὸ γὰρ τῶν μύθων ἄρχεται τὰ παιδία μανθάνειν. Ὁ γὰρ μῦθος καινολογία (καινός· νέος) ἐστιν· ἡδὺ δὲ τὸ καινόν, τὸ δὲ ἡδὺ προπρέπει εἰς μάθησιν. Εἰ δὲ ἐν τοῖς μύθοις καὶ τὸ τερατῶδες (τερατώδη· παράδοξα) καὶ τὸ θαυμαστόν ἐστι, αὔξεται ἡ ἡδονή, ἣ ἐστι τοῦ μανθάνειν φίλτρον (φίλητρον < φιλέω: lat. amoris illecebra).

Resultado de imagen de Hércules
προοίμιον τῆς παιδείας οἱ μῦθοι.




     Πάντες δὲ οἱ ἰδιῶται καὶ οἱ ἀπαίδευτοι παῖδές εἰσι καὶ ἥδονται τοῖς μύθοις. Ἐπεὶ δὲ οὐ μόνον ἡδὺ ἀλλὰ καὶ φοβερὸν τὸ τερατῶδες, ἀμφοτέρων τῶν εἰδῶν (εἶδος· γένος) ἔστι χρεία πρὸς τε τοὺς παῖδας καὶ τοὺς ἐν ἡλικίᾳ· τοῖς τε γὰρ παισὶ προσφέρομεν (· ἐξηγούμεθα) τοὺς ἡδεῖς μύθους εἰς προτροπήν (lat. exhortatio), εἰς ἀποτροπὴν (lat. devitatio) δὲ τοὺς φοβερούς [μύθους]. Καὶ οἱ πολῖται εἰς μὲν προτροπὴν ἄγονται τοῖς ἡδέσι μύθοις, οἷον Ἡρακλέους ἄθλεσι ἢ Θησέως· εἰς ἀποτροπὴν δὲ τοῖς φοβεροῖς [μύθους], οἷον κολάσεσι παρὰ θεῶν καὶ φόβοις καὶ ἀπειλαῖς (ἀπειλή· ὁ λέγει τις ὑπισχνούμενος κακόν τι δώσειν).

¿Por qué las rosas son rojas? La sangre de Afrodita

     Ὁ τὸ κάλλος τοῦ ῥόδου θαυμάζων τὴν τῆς Ἀφροδίτης λογιζέσθω πληγήν. Ἤρα μὲν γὰρ ἡ θεὸς τοῦ Ἀδώνιδος, ἤρα δὲ καὶ ὁ Ἄρης αὐτῆς.

     Ζηλοτυπῶν οὖν Ἄρης ἀνεῖλε (ἀναιρέω· ἀποκτείνω) τὸν Ἄδωνιν, λύσιν ἔρωτος τὸν Ἀδώνιδος θάνατον ἡγούμενος. 

Luca Giordano, La muerte de Adonis. (Public Domain)

     Μαθοῦσα δὲ τὸ ποιηθὲν ἡ θεὸς ἀμύνειν ἠπείγετο (ἐπείγω· σπουδάζω), καὶ κατὰ σπουδὴν ἐμβαλοῦσα τῷ ρόδῳ, ἀ-σάνδαλος οὖσα, ταῖς ἀκάνθαις τοῦ ῥόδου τὸ ταρσὸν τοῦ ποδὸς περιπείρεται (περιπείρω· περικεντέω), καὶ λευκὸν τὸ ῥόδον πρότερον ὂν, τοῦ ἰχῶρος (ὁ ἰχώρ· ἡ αἷμα τῶν θεῶν) τῆς Ἀφροδίτης ἀπορρύεντος, εἰς ἣν νῦν ὁρᾶται τὴν χρόαν μετέβαλε, καὶ ἔρευθος καὶ εὐωδία αὐτῷ ἔκτοτε (· ἐκ τότε) προσεγένετο.

Resultado de imagen de planta del pie
τὸ ταρσὸν τοῦ ποδὸς


Hiperbórea

     Οἱ Ὑπερβόρειοι ᾤκουν (οἰκέω) νῆσον ἐν τοῖς ἀντι-πέρας τῆς Κελτικῆς τόποις κατὰ τὸν ὠκεανὸν (ὠκεανός · ποταμὸς ὃς περιρρεῖ κύκλῳ ὅλην τὴν γήν), παραπλησίαν τῇ Σικελίᾳ.

     Ἡ μὲν νῆσος εὔγειος (εὖ + γῆ) ἦν καὶ πάμ-φορος καὶ διττοὺς κατ’ ἐνιαυτὸν ἔφερε καρπούς, οἱ δὲ οἰκηταὶ μακάριοι καὶ ὄλβιοι ἦσαν.

Mapa de Abraham Ortelius, Ámsterdam 1597 (Public Domain)


     Οἱ μὲν Ὑπερβόρειοι τῶν θεῶν μάλιστα τὸν Ἀπόλλω ἐ-σέβοντο καὶ καθ’ ἡμέραν ἐλάτρευον ᾠδαῖς καὶ ὕμνοις, τοῦ δὲ θεοῦ ἐν τῇ νήσῳ ναὸς ἦν ἀξιόλογος (lat. laude dignus). Οἱ πλεῖστοι τῶν Ὑπερβορείων κιθαρισταὶ ἦσαν καὶ ἐν τῷ ναῷ συνεχῶς ἐκιθάριζον καὶ ὕμνους ᾖδον (ᾄδω) τῷ θεῷ.

Archivo:Belvedere Apollo Pio-Clementino Inv1015.jpg


     Λέγουσιν οἱ παλαιοὶ μυθογράφοι ὅτι ὁ θεὸς πολλάκις ἐνετύγχανε τοῖς Ὑπερβορείοις καὶ ἐχόρευε καὶ ἐκιθάριζε συνεχῶς ἀπὸ σ-ημερίας (ἱσημηρία: aequinoctium) ἐαρινῆς μέχρι τῆς μετοπωρινῆς ἰσημερίας.

ὁ Ἀρίων καὶ ὁ δελφίς (cfr Herodoto, I.24)

     Περίανδρος ἐτυράννευε Κορίνθου, οὗ (· ὅπου) διέτριβε Ἀρίων ὁ Μηθυμναῖος (πόλις τις ἐν τῇ Λέσβῳ νήσῳ), ἔνδοξος κιθαρῳδὸς καὶ εὑρετὴς τοῦ διθυράμβου.

      Ἔλεγον δὲ οἱ Κορίνθιοι τὸν Ἀρίονα ἔρχεσθαι ποτε εἰς Ἰταλίαν καὶ Σικελίαν καὶ ἐργάζεσθαι (ἐργάζομαι· κτάομαι) μεγάλα χρήματα, εἶτα δὲ βούλεσθαι ἐπανέρχεσθαι τὴν Κόρινθον.

     Ἐν δὲ τῷ πλῷ οἱ ναῦται ἐπιβουλεύουσι τὸν Ἀρίονα ἐκβάλλειν εἰς θάλατταν καὶ ἔχειν τὰ χρήματα τοῦ κιθαρῳδοῦ. Ὁ δὲ Ἀρίων ηὔχετο χρήματα μὲν ἔχειν, τῆς δὲ ψυχῆς (· ζωής) φείδεσθαι (lat. parcere). Ἀλλ’ οὐκ ἔπειθε τοὺς ναύτας, οἳ ἐκέλευον τῷ Ἀρίονι ῥίπτεσθαι εἰς τὰ κύματα. Ὁ δὲ Ἀρίων πρότερον μὲν ὕμνον ᾖδε (< ᾄδω), ἔπειτα δὲ ἔρριψε ἑαυτὸν εἰς τὴν θάλατταν. Δελφὶς δὲ δέχεται τὸν ποιητὴν καὶ φέρει εἰς Ταίναρον.

ἀκρωτήριον Ταίναρον

     Ὁ δὲ Περίανδρος οὐκ ἐπείθετο τῷ ποιητῇ τῷ λέγοντι τὸ περὶ τοῦ δελφῖνος θαῦμα, μέχρι ἀφίκοντο οἱ ναῦται καὶ ἔλεγον τῷ τυράννῳ τὸν Ἀρίονα περὶ Ἰταλίαν ἔτι εἶναι. 



 

Zouke, Anagnostikon: 87. Φαέθων

    ῞Ηλιος ἐτέκνωσε (τεκνόω < τέκνον) Φαέθοντα, ὃς περὶ πᾶν μὲν ἐτόλμα (τολμάω· θαρρέω),  οὐδενὸς δ’ ἀπὸ παιδικῆς ἡλικίας ἡττᾶτο (ἡττάομαι ↔ νικάω). ῞Οτε Φαέθων νεανίας ἐγένετο, ὁρῶν τὸν πατέρα ἐπὶ τεθρίππου (τέθριππος < τέτταρα + ἵππος) ὀχούμενον (ὀχέομαι, lat. vehor) καὶ διὰ τοῦτο ὑπὸ τῶν ἀνθρώπων τιμώμενον ἱκέτευσε μίαν ἡμέραν παραχωρῆσαι (παραχωρέω· ἐάω) αὐτῷ τὸ ἅρμα· οὕτω γὰρ ἤλπιζεν εὐδοκιμήσειν (εὐδοκιμέω· ἐπαίνου τυγχάνω, ἐπαινοῦμαι) παρὰ τοῖς ἀνθρώποις. ῾Ο δὲ πατὴρ πρῶτον μὲν ὤκνει (ὀκνέω· ἀπορέω) παραχωρῆσαι τοῦτο τῷ υἱῷ, ὕστερον δ᾽, ἐπεὶ οὗτος ᾔτιζε  (αἰτίζω· αἰτέω), συνεχώρησεν αὐτῷ, καίπερ εἰδὼς ὅτι ὁ υἱὸς θανατᾷ.

Cuadriga de Helios, Cratera ateniense de figuras rojas, s. V a.C., Museo Británico

    ᾽Επεὶ οὖν Φαέθων ἀνέβη ἐπὶ τοῦ τεθρίππου, ἤλαυνε μὲν αὐτὸς ἀνειμένως (· ἐλευθέρως), οἱ δ’ ἵπποι γνόντες ὅτι οὐ δουλεύουσι ῾Ηλίῳ, ἐξηνέχθησαν (ἐκφέρω) τῆς ὁδοῦ. Καὶ τὸν μὲν πρῶτον πλανώμενοι κατὰ τὸν οὐρανὸν ἐπύρωσαν αὐτόν, εἶτα δὲ πελάσαντες (πελάζω· προσχωρέω) τῇ γῇ ἐλυμήναντο (λυμαίνομαι· βλάπτω) αὐτὴν κατακαίοντες τοὺς ἀγρούς.


    Διὸ Ζεὺς ὀργισθεὶς Φαέθοντα μὲν ἐκεραύνωσε (< κεραυνός), τὸν δ’ ῞Ηλιον ἐπὶ τὴν συνήθη πορείαν ἀποκατέστησεν (ἀποκαθίστημι· ἀναλαμβάνω). Ὁ δὲ πατὴρ οἰμώζων καὶ στεναχίζων (στεναχίζω· οἰκτείρω) ἐπὶ τῇ τοῦ υἱοῦ ἀπωλείᾳ ἔλεγεν· «Οἴμοι, ὅτι τοιούτου υἱοῦ ἀποστέρομαι (ἀποστερέω: ἀπολαμβάνω)».

Morice, Easy Greek Stories: 55. ἡ Ἀταλάντη καὶ ὁ Μειλανίων

     βουλομένη ἡ Ἀταλάντη παρθένος μένειν, μνηστευθεῖσα (μνηστεύω: lat. procus sum, nuptias ambio) δὲ ὑπὸ  πολλῶν, ἐμηχανήσατο (μηχανάομαι· ἐπιβουλεύω) τοιάδε. στάδιόν τι διεμέτρησεν, ἔπηξε (πήγνυμι) δὲ μέσον αὐτοῦ σκόλοπα τρί-πηχυν·

σκόλοψ πεπηγμένος
     ἔπειτα δὲ ἔδει ἕκαστον τῶν μνηστευόντων θεῖν (θέω· τρέχω) τὸν δρόμον τοῦτον, ἡ δὲ ἐδίωκεν (διώκω· ἕπομαι). ὅσους δὲ καταλάβοι τρέχοντας, θάνατος τούτοις ἡ ζημία (· τιμωρία) ἦν· εἰ δέ τις μὴ ἁλοίη (ἁλίσκομαι ↔ αἱρέω), τούτῳ ἐκείνην γαμεῖσθαι ἔδει. 

     τοὺς μὲν οὖν ἄλλους τῶν μνηστευόντων ῥᾳδίως κατέλαβε, ταχυτῆτι γᾶρ πάντων θνητῶν ὑπερεῖχε (ὑπερέχω· ὑπερβάλλω)· καὶ ἁλόντες αὐτίκα ἐθανατώθησαν.

     νεανίσκος δέ τις, ὀνόματι Μειλανίων, ἦλθεν ἐπὶ τὸν  δρόμον χρυσᾶ τινὰ μῆλα ἐν ταῖς χερσὶν ἔχων, καὶ διωκόμενος ταῦτα ἀπέρριπτεν (ἀπορίπτω· ἀποβάλλω), ἡ δὲ, ἐπισχοῦσα (· ἐπέχω· παύω· παυσάμενος ὀλίγον, εἶτα ἄρχομαι αὖθις) ἵνα ἀναιροῖτο αὐτὰ, οὕτως ἐνικήθη. 


Willem van Herp (ca. 1613/1614–1677), Atalanta and Hippomenes (ca. 1650), National Museum in Warsaw (Public Domain)
 

Morice, Easy Greek Stories: 61. ὁ Ὀρφεὺς καὶ Ἐυρυδίκη

ὁ κιθαρῳδὸς Ὀρφεὺς Εὐρυδίκην ἔγημεν. ἡ δὲ δηχθεῖσα (δάκνω) ὑπὸ ὄφεώς τινος ἀπέθανε καὶ κατῆλθεν ἐς Ἅιδου.
 
Jean-François Legendre-Héral, Eurídice picada por la serpiente (1821), Musée des Beaux-Arts de Lyon, Fot.: Alain Basset

λυπούμενος δὲ ἐκεῖνος διὰ ταῦτα, κατέβη καὶ αὐτὸς ἐκεῖσε, τὴν κιθάραν ἔχων, ἐβούλετο γᾶρ πείθειν τὸν Πλοῦτωνα ὥστε αὐτὴν ἀναπέμψαι. ἀφικόμενος οὖν παρὰ τοῦτον, ἐκιθάρισεν ὡς ἐδύνατο κάλλιστα· ἀκούσας δὲ ὁ Πλούτων ἥσθη (ἥδομαι) τε, καὶ ὑπέσχετο (ὑπισχνέομαι : πίστιν δοὺς ἐπαγγέλλω ποιήσειν τι) τὴν γυναῖκα ἀποδώσειν, ἐὰν ἐπανερχόμενος ὁ Ὀρφεὺς μὴ μεταστρέφηται, πρὶν ἂν ἐς τὴν ἑαυτοῦ οἰκίαν παραγένηται. 





ἀπῆλθεν οὖν πάλιν ὁ κιθαρῳδὸς, ἡ δὲ Εὐρυδίκη εἵπετο (ἕπομαι; lat. sequor) ὄπισθεν πορευομένη. τέλος δὲ ἐπιθυμῶν σφόδρα ὁ Ὀρφεὺς τὴν γυναῖκα θεάσασθαι μετεστράφη. ἡ δὲ ἠναγκάσθη διὰ ταῦτα ἐς Ἅιδου αὖθις κατελθεῖν.

C. G. Kratzenstein-Stub, 1793-1860, Orfeo perdiendo a Eurídice  al dejar el inframundo (1806), Ny Carlsberg Glyptotek, Copenhagen.




Morice, Easy Greek Stories: 26. ὁ Διόνυσος καὶ οἱ λῃσταί

     ὁ θεὸς Διόνυσος τὴν ἄμπελον εὗρε πρῶτος. φασὶ δὲ οἱ μυθολόγοι, ὡς τοὺς εἰς αὐτὸν ἀ-σεβοῦντας (< σέβομαι) ἐκόλαζε, μανίαν ἐμβάλλων. πολλοὶ δὲ ἦσαν οἱ τοιοῦτοι. εἰώθει (εἴωθα· ἐθίζω < ἔθος ) γὰρ ὁ Διόνυσος θνητῷ εἰκασθεὶς (εἰκάζω· μιμέομαι) ἐπὶ γῆς φαίνεσθαι, ὥστε ἔλαθε (λανθάνω) θεὸς ὤν.

λῃστής

      βουλόμενος δέ ποτε εἰς νῆσόν τινα διακομισθῆναι (διακομίζομαι· διαβαίνω) ἐμισθώσατο (μισθοῦμαι· lat. conduco) ἐπὶ τῷ πλῷ τριήρη τινὰ λῃστρικήν. ἐπιβουλεύσαντες τοίνυν αὐτῷ οἱ ναῦται ἔμελλον πλεῖν ἐς τὴν Ἀσίαν, ἵνα πωλήσωσιν αὐτὸν ἐπὶ δουλείᾳ.

     ὁ δὲ θαυμασίῳ τινὶ τρόπῳ δίκην παρ’ ἐκείνων ἔλαβε (δίκην λαμβάνω παρά τινος· ζημιόω, κολάζω τινά). τὸν γὰρ ἱστὸν τῆς νεὼς καὶ τὰς κώπας ἐποίησεν ὄφεις· οἱ δὲ ναῦται μανέντες (μαίνομαι), καὶ ἐς τὴν θάλασσαν ἐκπηδήσαντες (πηδάω· ἅλλομαι, lat. salio), ἐγένοντο δελφῖνες.

Vaso etrusco de figuras negras. s. VI a.C., Toledo Museum of Art, Toledo, Ohio
οἱ δὲ ναῦται... ἐγένοντο δελφῖνες.

Vaso ateniense de figuras negras. s. VI a.C., Staatliche Antikensammlungen, Munich
 

Morice, Easy Greek Stories: 63. ὁ Ἀπόλλων καὶ ὁ Μαρσύας

     ἡ Ἀθηνᾶ τέως μὲν (τέως : ἕως) τὴν αὐλητικὴν (sc. τέχνην) ἐμελέτα (μελετάω : ποιῶ τι πολλάκις, ἵνα ἔμπειρος γίγνωμαι)· ἔπειτα δὲ τοὺς αὐλοὺς ἀπέρριψεν (ἀπορρίπτω· ἀποβάλλω), αἰσθομένη αὐτοὺς στρεβλοῦντας (στρεβλός < στρέφω ) τὸ στόμα, καὶ ἄμορφον τὴν ὄψιν ποιοῦντας.

Mirón, Atenea y Marsias, copia romana del original griego, 450 aC, Musei Vaticani (Sailko)
      τούτους δὲ τοὺς αὐλοὺς εὑρὼν Μαρσύας τις ἐς τοσοῦτον ἐσεμνύνετο (σεμνύνεσθαι· μέγα φρονεῖν), ὥστε ἦλθεν ἐς ἔριν τῷ Ἀπόλλωνι περὶ μουσικῆς. καὶ ἠγωνίσαντο (< ἀγών) συνθέμενοι (συντίθημι), ἐφ’ ᾧ ὁ νικήσας διαχρήσεται (διαχράομαι· ἀποκτείνω) τὸν ἡσσηθέντα (νικάω ↔ ἡσσάω).

 
Marsias y Apolo, Lekanis de figuras rojas de Paestum, s. IV aC, Museo del Louvre

 κρίσεως οὖν γιγνομένης, ὁ μὲν Ἀπόλλων λαβὼν τὴν κιθάραν ᾖδεν (ᾄδω), ἐκέλευσε δὲ τὸν Μαρσύαν ταὐτὸ ποιεῖν. ἐπειδὴ δὲ οὐκ ἐδύνατο, τοῖς δὲ αὐλοῖς δι’ ἀμουσίαν οὐκ εὖ ἐχρῆτο, ὁ Ἀπόλλων εὑρέθη κρείσσων. ἀνακρεμάσας (ἀνακρεμάννυμι) οὖν τὸν Μαρσύαν ἐκ πίτυός τινος, καὶ τὸ δέρμα περιελὼν (περί+αἱρέω), οὕτως ἐκεῖνον ἀπέκτεινεν.

Marsias desollado, Escultura romana, s. I-II dC, Museo del Louvre
 

Morice, Easy Greek Stories: 7. ὁ Προμηθεὺς

The creation of man by Prometheus. Marble relief, Italy, 3rd century CE. Louvre Museum
      πλάσας (πλάσσω· lat. fingo) ὁ Προμηθεὺς ἐξ ὕδατος καὶ γῆς τοὺς πρῶτους ἀνθρώπους ἐβουλεύετο διδάσκειν αὐτοὺς τέχνας τε παντοίας (· παντοδαπάς) καὶ ἐπιστήμας.
 

     ἀλλ’ ἠπόρει (ἀπορέω· ὀκνέω) τὸ πρῶτον, ὁπόθεν δοίη αὐτοῖς πῦρ· οὐ γὰρ ἦν τότε τοῦτο ἐπὶ τῆς γῆς, οἱ δὲ θεοὶ αὐτὸ παρ’ ἑαυτοῖς ἐφύλασσον. λάθρα οὖν ἐκείνων ἐς τὸν οὐρανὸν ἀναβὰς, σπέρματά τινα πυρὸς ἔκλεψε, καὶ ἐν νάρθηκι κρύψας ἔδωκε τοῖς ἀνθρώποις. αἰσθόμενος δὲ ταῦτα ὁ τῶν θεῶν βασιλεὺς Ζεὺς ὠργίσθη (ὀργίζομαι· ἀγανακτέω). προσηλῶσας (< ἧλος) οὖν τὸν  Προμηθέα πέτρᾳ τινὶ ἐν τῷ Καυκάσῳ ὄρει, ἀετὸν ἔπεμψεν, ὅσπερ ἐλθὼν καθ’ ἑκάστην ἡμέραν ἐσπάρασσεν (σπαράσσω· lat. lacerο) αὐτοῦ τὸ ἧπαρ, τὸ δὲ σπαρασσόμενον νύκτωρ αὖθις ηὐξάνετο.

Resultado de imagen de clavo griego
ἧλοι


ὁ ἀετὸς σπαράσσει τὸ τοῦ Προμηθέως ἧπαρ
Prometheus bound, Laconian black-figure amphoriskos C6th B.C., Vatican City Museums
 


Zouke, Anagnostikon: 71. Ἰάσων καὶ Μήδεια



    Μετὰ τὸν διὰ τῶν Συμπληγάδων πλοῦν οἱ Ἀργοναῦται ἀναπεταννύασι  τὰ ἱστία (lat. vela dant) καὶ διαπλεύσαντες τὸν πόντον εἰς Κολχικὴν γῆν ἀφικνοῦνται. ᾽Εν τῷ πλῷ ἐπερρώννυσαν (ἐπιρρώννυμι < ῥώμη) ἀλλήλους καὶ ὤμοσαν (ὄμνυμι) βοηθήσειν παντὶ τρόπῳ τῷ ᾽Ιάσονι. Καθορμισθείσης (< ὅρμος) δὲ τῆς νεὼς ἧκεν ᾽Ιάσων πρὸς Αἰήτην καὶ ἔλεγεν αὐτῷ· «Πελίας, ὁ τῆς Φθίας* βασιλεύς, ἐπέταξέ μοι τὸ χρυσόμαλλον δέρας αὐτῷ κομίσασθαι· ἐὰν τοῦτο μὴ φέρω αὐτῷ, ἀπολοῦμαι (ἀπόλλῠμαι· ἀποθνῄσκω)».
    * Φθία· πόλις τῆς Θεσσαλίας

ὅρμος



    Αἰήτης δὲ δείκνυσι τοὺς χαλκ-όδοντας ταύρους καὶ λέγει αὐτῷ· «Ζεύγνυ τούτους καί, ἐὰν καταζεύξῃς αὐτούς, παρέξω σοι τὸ δέρας». ῏Ησαν δ’ οὗτοι ἄγριοι ταῦροι, οὔς χαλεπῶς  ἄν τις ζευγνύοι, τὸ δ’ ἐκ τοῦ στόματος ἐκπεμπόμενον πῦρ οὐδέποτε κατεσβέννυτο (σϐέννυμι ↔ καίω). Τούτους δὲ καταζεύξας ἔμελλε σπείρειν δράκοντος ὀδόντας, ἐξ ὧν δράκοντες ἀναδύσονται  ἐπ᾽ αὐτόν.

    Ταῦτα ἀκούσας Ἰάσων ἠπόρει, πῶς ἂν τοὺς ταύρους ζευγνύοι. Μήδεια δ’ ἡ τοῦ Αἰήτου θυγάτηρ προσελθοῦσα ὑπέσχετο (ὑπισχνέομαι : πίστιν δοὺς ἐπαγγέλλω ποιήσειν τι) δείξειν αὐτῷ, πῶς ἂν οἱ ταῦροι ζευγνύοιντο, ἐὰν ὀμόσῃ αὐτὴν ἄξειν γυναῖκα καὶ εἰς τὴν ῾Ελλάδα σύμπλουν ἀγάγηται (ἄγω)· Ὁ δ’ ὤμοσε ποιήσειν τοῦτο, ἐὰν τοὺς ταύρους καταζεύξῃ. 

    ᾽Εκ τούτου Μήδεια παρέσχε φάρμακον, δι’ οὗ τὴν ἀσπίδα, τὸ δόρυ καὶ τὸ σῶμα ἐκέλευσε χρῖσαι (χρίω· ἀλείφω)· οὕτω δ’ ἔμελλεν οὔθ’ ὑπὸ πυρὸς οὔθ’ ὑπὸ σιδήρου ἀδικήσεσθαι (· βλάπτομαι).

    ᾽Εκ τούτου ᾽Ιάσων ἐπιρρώννυται καὶ χρισάμενος τῷ φαρμάκῳ παραγίγνεται εἰς τὸ ἄλσος (· ὁ σύνδενδρος τόπος) καὶ ἐνταῦθα τοὺς ταύρους καταζεύγνυσιν. Οἱ δ’ ἐζευγμένοι τὴν γῆν ἤρουν (ἀρόω)· ἐκ τῶν σπειρομένων δ’ ὀδόντων ἀνεδύοντο ἐπ’ αὐτὸν δράκοντες καθωπλισμένοι (< καθ-οπλίζω), οὓς ᾽Ιάσων ἀπέκτεινεν· ἔβαλλε γάρ, ὡς Μήδεια ἔλεξεν αὐτῷ, ἀφανὴς (↔ φανερός) ἄποθεν (· ἀπὸ μακράν) λίθους ἐπ’ αὐτούς. Οἱ δὲ περὶ τούτων μαχόμενοι πρὸς ἀλλήλους ἀπέθνῃσκον ὑπὸ ᾽Ιάσονος.

    ᾽Επεὶ δ’ Αἰήτης οὐ παρεῖχε τὸ δέρας, εἰ καὶ οἱ ταῦροι κατεζευγμένοι ἦσαν, ἡ Μήδεια κατακοιμίσασα (κατακοιμάω: ποιῶ καθεύδειν) τὸν δράκοντα τὸ δέρας ἀφείλετο (ἀπὸ + αἱρέω) καὶ μετὰ τοῦ ᾽Ιάσονος εἰς ᾽Αργὼ ἧκον, ἐφ’ ἧς φερόμενοι εἰς ῾Ελλάδα ἀφίκοντο.

Colchian Dragon, Golden Fleece, Jason and Athena, Athenian red-figure krater C5th B.C., Metropolitan Museum of Art


Jason and the Golden Fleece, Apulian red-figure vase C4th B.C., Naples National Archaeological Museum





Zouke, Anagnostikon: 70. ᾽Αργοναῦται καὶ Φινεύς

    ᾽Επεὶ ἡ ναῦς κατεσκεύαστο, ᾽Ιάσων ἀγείρας τοὺς ἀρίστους τῆς ῾Ελλάδος λέγει αὐτοῖς· « Ἄνδρες φίλοι, ὑπὸ Πελίου παρήγγελταί (παραγγέλλω· κελεύω) μοι τὸ χρυσόμαλλον δέρας τὸ ἐκτεταμένον (ἐκτείνω) περὶ δρῦν ἐν Κολχίδι κομίσασθαι αὐτῷ. ᾽Εγὼ δ’ αἰσχυνθεὶς τὰ παρηγγελμένα μὴ ποιῆσαι, παρήγγελκα κατασκευασθῆναι ταχεῖαν ναῦν. Αὕτη οὖν κατεσκεύασται καὶ ἐν τῷ λιμένι ἐστί. Καλῶ δ’ οὖν ὑμᾶς βοηθούς, ἵνα μὴ τοῦ πλοῦ ἐσφαλμένοι (σφάλλομαι· ἡττάομαι) καὶ ἐν τῇ ξένῃ (sc. γῇ) διεφθαρμένοι ὦμεν.  φασὶ γὰρ τοὺς εἰς Κόλχους πλέοντας κινδυνεύειν ὑπὸ τοῦ φρουροῦντος τὸ δέρας δράκοντος. ᾽Εὰν τὸ δέρας ἁρπάσωμεν, φανησόμεθα (φαίνω) μέγα ἔργον περάναντες (περαίνω· τελευτάω) . Δεῖ δ’ ὑμᾶς ἐν δυσὶν ἡμέραις ἀποκεκρίσθαι, εἰ πρόθυμοί ἐστε· συμπλεῖν ἐμοί ».

    Οἱ δέ, πρὶν δύο ἡμέρας παρελθεῖν, ἀπεκρίναντο αὐτῷ προθύμως συμπλεύσεσθαι.


    ᾽Επεὶ οὖν ἱκανὰ ἐπιτήδεια εἰσεβέβλητο (εἰσβάλλω) ἐν τῇ νηί, ἐξέπλευσαν καὶ εἰς Θρᾴκην ἧκον.


    ᾽Ενταῦθα Φινεὺς* ᾤκει τυφλωθεὶς (< τυφλός· ἐστιν ὁ μὴ ὁρῶν) ὑπὸ τῶν θεῶν, ὅτι τὰ ὑπὸ τῶν θεῶν εἱμαρμένα (· προωρισμένα) τοῖς ἀνθρώποις προύλεγεν. ῎Επεμψαν δ’ αὐτῷ οἱ θεοὶ καὶ τὰς πτερωτὰς Ἁρπυίας, αἵ τὴν τροφὴν αὐτοῦ ἥρπαζον.



Phineus and the Harpies | Athenian red figure hydria C5th B.C. | The J. Paul Getty Museum, Malibu
Phineus and the Harpies, Athenian red-figure hydria C5th B.C., The J. Paul Getty Museum
    ᾽Επιφανέντες δ’ οἱ ᾽Αργοναῦται ἀπήλλαξαν αὐτὸν τῶν Ἁρπυιῶν, αἷς πεπρωμένον (· εἱμαρμένον, ὡρισμένον) ἦν ὑπὸ τῶν υἱῶν τοῦ Βορέου διαφθαρῆναι.

Boreads chasing Harpies | Apulian red-figure amphora C4th B.C. | Jatta National Archaeological Museum
Boreads chasing Harpies, Apulian red-figure amphora C4th B.C., Jatta National Archaeological Museum
 
    Εὐφρανθεὶς (εὐφραίνω· χαίρω) δ’ ἐπὶ τούτῳ Φινεὺς συνεβούλευσεν αὐτοῖς, πῶς ἄν τὸν πλοῦν ποιοῖντο, ἵνα μὴ ὑπὸ τῶν Συμπληγάδων πετρῶν  διεφθαρμένοι εἶεν. ῏Ησαν δὲ ὑπερμεγέθεις αὗται, συγκρουόμεναι δ’ ἀλλήλαις ὑπὸ τῆς τῶν πνευμάτων βίας τὸν διὰ θαλάττης πόρον ἀπέκλειον.

Συμπληγάδες πέτραι: Κυάνεαι νῆσοι


    ᾽Ενετέταλτο οὖν αὐτοῖς ὑπὸ Φινέως ἀφεῖναι (ἀφίημι· οὐ κωλύω τινὰ μὴ οὐκ ἀπελθεῖν) πέλειαν (· περιστεράν) διὰ τῶν πετρῶν καί, ἐὰν μὲν ἴδωσιν αὐτὴν σωθεῖσαν, διαπλεῖν, ἐὰν δὲ διεφθαρμένην, μὴ βιάζεσθαι τὸν πλοῦν.

    Ἀναχθέντες (ἀνάγω) οὖν ἐντεῦθεν καὶ εἰς πέτρας ἀφικόμενοι ἐπέτρεψαν (ἐπιτρέπω: ἐάω, ἀπολύω) τῇ πελείᾳ διελθεῖν. ῾Η δ’ οὐκ ἔσφαλτο, περιεκόπη δὲ τὰ ἄκρα τῆς οὐρᾶς. Τοῦτο οἰωνὸς (· θεῖον σημεῖον) ἀγαθὸς ἐκρίθη. Καὶ οἱ Ἀργοναῦται ἐπιτηρήσαντες (<τηρέω· θεάομαι) τὰς πέτρας ἀναχωρούσας διῆλθον. ᾽Εκ δὲ τούτου αἱ πέτραι μεμενήκασιν ἀκίνητοι.


* Φινεύς, βασιλεὺς τῆς Σαλμυδησοῦ τῆς Θράκης καὶ ἔξοχος μάντις.

Zouke, Anagnostikon: 69. Πελίας καὶ Ἰάσων

    Πελίας βασιλεύων ᾽Ιωλκοῦ (· Ἰωλκός, πόλις τῆς Θεσσαλίας) τὸν θεὸν ἤρετο (ἔρομαι), εἴ τι ἔχοι αὐτῷ ἀγγεῖλαι περὶ τοῦ μέλλοντος. ῾Ο δ’ ἀπεκρίνατο ὅτι μονοσάνδαλος (· ἔχων ἕν μόνον ὑπόδημα) αὐτὸν ἀποκτενοῖ. Καὶ τὸ μὲν πρῶτον ἠγνόει (ἀγνοέω· οὐκ οἶδα) τὸν ἀπειλοῦντα (ἀπειλέω· λέγων δράσειν τι κακὸν ἀπειλεῖ τις. Lat. minari) αὐτῷ κίνδυνον, ὕστερον δ’ ἐνόησε. Μέλλων γὰρ θύσειν τῷ θεῷ παρήγγειλε (παραγγέλλω· κελεύω, ἐντέλλομαι) πᾶσι τοῖς πολίταις εἰς τὴν ἑορτὴν ἐλθεῖν.

    ᾽Ιάσων δὲ διαβαίνων τὸν ποταμὸν Ἄναυρον ἀπέβαλεν ἐν τῷ ῥείθρῳ (< ῥέω) τὸ ἕτερον σανδάλιον καὶ ἦλθε μονοσάνδαλος. Τοῦτον θεασάμενος Πελίας καὶ τὸν χρησμὸν (· ὅ τι ὁ θεὸς μαντεύεται) συμβαλὼν ἠρώτα αὐτόν, τί ἄν ποιήσειεν, εἰ λόγιον (· χρησμός) αὐτῷ εἴη ὅτι τῶν πολιτῶν τις αὐτὸν ἀποκτενοῖ. ῾Ο δ’ ἀπεκρίνατο· «᾽Εντειλαίμην ἂν αὐτῷ ἐνεγκεῖν τὸ χρυσόμαλλον δέρας· οὐ γὰρ ἐλπίζω τὸ ἔργον τοῦτο περανεῖν (περαίνω· τελευτάω)· δεήσει γὰρ ἀποκτεῖναι τὸν ἄυπνον δράκοντα, ὑφ’ οὗ κινδυνεύσει ἀποθανεῖν».


https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/42/Building_Argo_BM_TerrD603.jpg/1200px-Building_Argo_BM_TerrD603.jpg
᾽Ιάσων πεντηκόντορον ναῦν κατεσκεύασεν (Fuente de la imagen)

    Ταῦτα ἀκούσας Πελίας ἐνετείλατο αὐτῷ ἐπὶ τοὺς Κόλχους ἐλθεῖν ἀποκτενοῦντα τὸν δράκοντα καὶ ληψόμενον τὸ δέρας. ᾽Ιάσων δὲ πεντηκόντορον ναῦν (· ἔχουσα πεντήκοντα κωπηλάτας) κατεσκεύασεν, ἥν Ἀργὼ ἐκάλεσε, καὶ τοὺς ἀρίστους ἐκ τῆς ῾Ελλάδος ἤθροισεν (ἀθροίζω· συλλέγω), ἵνα ἐν τῇ Κολχίδι τοὺς πολεμίους ἀμύνηται.

πεντηκόντορος ναῦς