Mostrando entradas con la etiqueta Fabulae. Mostrar todas las entradas
Mostrando entradas con la etiqueta Fabulae. Mostrar todas las entradas

Morice, Easy Greek Stories: ¿Cómo recuperar un caballo robado? (3/3)

     ἐνταῦθα δὲ ἀνα-καλύψας ὁ γεωργὸς τὸν δεξιὸν ὀφθαλμὸν [τοῦ ἱπποῦ] ἔ-δειξεν αὐτὸν ὑγιᾶ (ὑγιής· Lat. sanus) ὄντα.

     ὁ δὲ φὼρ οὐδ’ ὁτιοῦν αἰσχυνθεὶς, «γέλοιόν (· γέλωτος ἄξιος) μου», ἔ-φη, «τὸ ἁμάρτημά ἐστιν. οὐ γὰρ τὸν δεξιὸν ἐ-βουλόμην σοι λέγειν, ἀλλὰ τὸν ἀριστερόν».

     μειδιάσας* οὖν ὁ γεωργὸς κατὰ τὸν αὐτὸν τρόπον (Lat. eodem modo) εὐθὺς ἔ-δειξεν, ὅτι οὐδὲ οὗτος τυφλός ἐστιν.
Sonreír
μειδιάω

     ἰδόντες δὲ ταῦτα οἱ περι-στάντες εἰκότως ἐπ-ε-θορύβουν (<θόρυβος· ψόφος καὶ κίνησις. Cast. alboroto).

     ἐ-φαίνετο γὰρ πᾶσιν ὁ φὼρ ἐ-ψευσμένος· ὥστε οὐκ ἔχων ὅτι πρὸς ταῦτα ἀντ-είποι, φοβούμενος δὲ μὴ ἀναγκάζοιτο τῆς κλοπῆς δίκην δοῦναι (Lat. dare poenas alicuius criminis: puniri), ᾤχετο (οἴχομαι: ἀπέρχομαι) εὐθὺς ἀπο-δράς (< ἀπο-τρέχω).

Ser castigado
ὁ υἱὸς  δικὴν δίδωσι τοῖς γονεῦσιν. 

     ὁ δὲ γεωργὸς ἐκείνου μὲν ἠμέλησε (< ἀμελέω: nihil curavit de illo), τὸν δὲ ἵππον εἰς τὴν ἑαυτοῦ  οἰκίαν ἡσυχῆ (adv.) ἀπ-ήγαγεν.

Morice, Easy Greek Stories, 173. ¿Cómo recuperar un caballo robado? (2/3)

     ἀκούσας δὲ ταῦτα ὁ γεωργὸς, καὶ τὴν ἀν-αίδειαν (< αἰδώς: Lat. pudor, verecundia) τοῦ ἀνθρώπου θαυμάζων, πρῶτον μὲν βραχύ τι ἐ-σίωπα. ἔπειτα δὲ, βουλόμενος ἐπι-δεικνύναι αὐτὸν ψευδῆ, ἐξ-εῦρε μηχανήν τινα σοφωτάτην, ὅπως ταῦτα γένοιτο. ἦν δὲ ἡ μηχανὴ τοιάδε·

     κρύψας ὁ γεωργὸς ἀμφοῖν ταῖν χεροῖν (dat. dual.; ἄμφω· Lat. ambo) τοὺς τοῦ ἵππου ὀφθαλμοὺς τοιάδε ἔ-λεξεν·

Ambidestreza: la capacidad de usar ambas manos
ἀμφοῖν ταῖν χεροῖν γράφειν
      

    «ἀλλ’, ὦ δαιμόνιε, εἰ σὸς δὴ ὁ ἵππος ἐστὶν, σὺ δὲ ἄρα αὐτον ἐκ νέου θρέψας ἔχεις, τόδε μοι ὅ ἐρωτήσω πάνυ ῥᾳδίως ἀποκρινεῖ (fut.)
    εἰπὲ γάρ μοι πότερον (acc. relat.) τῶν ὀφθαλμῶν ὁ ἵππος τυφλός ἐστιν;»

     ὁ δὲ φὼρ πρὸς ταῦτα ἐπί τινα χρόνον ἠπόρει, ἔ-φη  δὲ τέλος ὅτι τὸν δεξιόν (acc. relat.) [sc. τυφλός ἐστιν].
f

Morice, Easy Greek Stories, 172. ¿Cómo recuperar un caballo robado? (1/3)

     γεωργοῦ τινὸς ἵππον φὼρ (Lat. fur) νύκτωρ ἔ-κλεψε.

El caballo robado


     τέως (· χρόνον) μὲν οὖν τοῦτον ὁ δεσπότης ἐ-ζῆτει, εὑρεῖν δὲ οὐ δυνάμενος ᾔει (< εἶμι) πρὸς ἄστυ, ἐν νῷ ἔχων ἄλλον ἐκεῖ πρίασθαι.

     ἀφικόμενος δὲ ἐκεῖσε, καὶ εἰς τὴν ἀγορὰν εἰς-ελθὼν, εἶδε τὸν ἑαυτοῦ ἵππον τὸν κλεφθέντα ἑστηκότα μετ’ ἄλλων πολλῶν ἐπὶ πωλήσει (Lat. venalem [equum]).

     αἰσθόμενος δὲ εὐθὺς ἀπ-άξειν (< ἀπ-ἄγω) αὐτὸν ἔ-μελλεν· ὁ δὲ φὼρ οὐκ εἴα (ἐ·έα·ε < ἐάω impf.), ἔ-φασκε γὰρ ἑαυτοῦ δὴ τὸν ἵππον εἶναι. 

     ἀντι-λέγοντος δὲ τοῦ γεωργοῦ, οὐδὲν ἧσσον (Lat. nihilo minus) ὁ φὼρ δι-ισχυρίζετο, λέγων (ἰσχυρῶς, σφόδρα ἔλεγε ) ὡς θρέψας (< τρέφω) ἐκ νέου τόν ἵππον τοῦτον αὐτὸς πάλαι κέ-κτηται (· «αὐτὸς τὸν ἵππον τοῦτον ἐκ πολλοῦ χρόνου ἔχω»).

     ἐ-κέλευσεν οὖν ἐκεῖνον δοῦναι πρῶτον ἀργύριον, εἰ τὸν ἵππον κομίζεσθαι (κομίζω· ἀνα-φέρω) θέλει.

Morice, Easy Greek Stories. 171. La raposa y el gato (2/2)

     ἡ δὲ ἀλώπηξ ἀκούσασα «νὴ Δία!» ἔφη, «φορτική (Lat. insulsa) γε ἡ σὴ σοφία ἐστὶ, καὶ οὐδενὸς ἀξία. 
     ἢν (· ἐὰν) δέ μοί τι παρα-μένῃς, ταχέως πάντων αἰλούρων σοφώτατος ἔσει (< εἰμι fut).
     διδάξω γάρ σε κλέπτειν τε, καὶ τοῦτο ποιοῦντα μηδέποτε φωρᾶσθαι (↔ ἐξευρεῖν, καταλαβεῖν)·
     καὶ τῶν ἄλλων ἐπιστημῶν πασῶν σοι μετα-δώσω, ὅσας-περ (ὅσος· quantus) καὶ αὐτὴ με-μάθηκα.»

     περι-χαρὴς οὖν ἐ-γένετο ὁ αἴλουρος, καὶ ἐτοῖμος ἦν πάντα ποιεῖν, ἳνα τῆς τοιαύτης σοφίας μετ-έχῃ· 

     δια-λεγόμενοι δὲ περὶ τούτων κυσί τισι καὶ θηρευταῖς  ἀπροσδοκήτως (· ἐξαίφνης) ἐπ-ε-γένοντο.

Museo del Bardo, escena de caza, mosaico, Ederatus Mustela - Túnez
κύνες καὶ θηρευταὶ ἐπιγίγνονται τοῖς θηρίοις 

     ὁ δὲ αἴλουρος εὐθὺς εἰς δένδρον ἀνα-βὰς ἐ-κέλευσε τὴν ἀλώπεκα τοῖς μυρίοις δόλοις νῦν δὴ χρήσασθαι.

     ἡ δὲ, ἁλοῦσα (< αἱρέω· ἐπι-λαμβάνω) ἤδη, ὑπὸ τῶν κυνῶν ἐ-σπαράσσετο (σπαράσσω· Lat. lacero).

Morice, Easy Greek Stories. 170. La raposa y el gato (1/2)

     αἴλουρος ἀλώπεκι ἐπι-τυχὼν χαίρειν ἐ-κέλευσε (Lat. salvere iussit).

ἡ ἀλώπηξ τοῦ αἰλούρου μεγέθει ὑπερέχει

     καὶ διαλόγου τινὸς ἐν αὐτοῖς γενομένου ἡ ἀλώπηξ ἐπὶ τῇ ἑαυτῆς σοφίᾳ ἐ-σεμνύνετο (σεμνύνεται· ἐπαίρει σεαυτὸν).

     «ἐγὼ γὰρ», ἔ-φη, «ὦ δαιμόνιε, πλέον ἢ μυρίους δόλους ἔχω, δι’ ὧνπερ τροφήν τε εὑρίσκω, καὶ τοὺς ἐχθροὺς λανθάνω ἀπατῶν (λάθρᾳ, ἐν τῷ κρυπτῷ ἀπατάω < ἀπάτη· δόλος). ἀλλ᾽ εἰπέ μοι σὺ, πόσων τεχνῶν αὐτὸς ἔμπειρος εἶ; εὖ γὰρ οἶδ’ ὅτι ταύταις σου ὑπερ-έχω (Lat. praestantior sum), ὥσπερ καὶ τῶν ἄλλων θηρίων πάντων».

     ἀκούσας δὲ οἷα ἡ ἀλώπηξ λέγει, ὁ αἴλουρος ἀντ-εῖπεν ἐρυθριάσας (< ἐρυθρός, Lat. ruber), ὅτι τῆς τοιαύτης σοφίας ἄμοιρός (Lat. expers, carens) ἐστιν, ἀλλὰ μίαν μόνην τέχνην ἐπίσταται.

ἐρυθριῶμεν ὅταν αἰσχυνώμεθα

     «ὅταν γὰρ, » ἔ-φη, «ἐχθρούς τινας κατα-νοῶ (· αἰσθάνωμαι) πλησίον ὄντας, εἰς δένδρον τι ἢ τεῖχος ἀνα-βαίνων σώζομαι.»

Morice, Easy Greek Stories, 151: Fingió locura, se libró de la expedición.

     οἱ Ἀθηναῖοι ἔ-μελλόν ποτε πλεῖν ἐπὶ τὴν Σικελίαν*.

Σικελία

      ἐ-ποιοῦντο οὖν κατάλογον τῶν στρατευσομένων, ἦν δὲ ἐν τῷ καταλόγῳ Μέτων ὁ ἀστρονόμος.

     οὐ μέντοι πρόθυμος ἦν οὗτος ἐξ-ιέναι, ἀλλ’ ἐ-βούλετο μᾶλλον φιλοσοφεῖν ἐν ταῖς Ἀθήναις, καὶ εἰρηνικὸν βίον ἄγειν.

     ἦλθεν οὖν πολλάκις πρὸς τοὺς ἄρχοντας, βουλόμενος ἀπ-αλλάσσεσθαι (· ἐλευθερῶσθαι) τῆς στρατείας ταύτης. 

     οἱ δὲ οὐκ ἐ-πείσθησαν (· πείθω τινά τι = παραινέω τινὶ ποιεῖν τι, Lat. suadeo), ἀλλ’ ἔ-φασαν δεῖν ἕκαστον τῶν πολιτῶν ὑπουργεῖν τῇ πόλει κατὰ τὸ δυνατόν (Lat. pro virili parte), ποιεῖν δε ἡδέως ὅσα ἄν ἐκείνη κελεύῃ. 

     αἰσθόμενος οὖν ὁ  Μέτων ὅτι οὐκ ἀφ-εθήσεται (< ἀφιέναι· ἐλευθερῶσθαι) προς-ε-ποιεῖτο (προσποιέομαι· ψευδῶς ποιῶ, Lat. simulo) μανίαν, καὶ τὴν ἑαυτοῦ οἰκίαν ἔ-πρησεν (< πίμπρημι*).

...τὴν ἑαυτοῦ οἰκίαν ἔ-πρησεν
 
     οἱ δὲ ἄρχοντες διὰ ταῦτα ἐξ-απατηθέντες (Lat. omnino decepti) ἀφ-ῆκαν (< ἀφιέναι) αὐτὸν.

Morice, Easy Greek Stories, 108. Le dieron gato por liebre... (5/5)

ἀφ-ικόμενος δὲ ἐκεῖσε (οἴκαδε), 

“ὦ δέσποτα,” ἔ-φη, “θαυμάσια ἐγὼ πέ-πονθα ἐν τῇ πόλει. ὁ γὰρ λαγὼς ὅδε, ὅνπερ ἔ-πεμψας, οὐκέτι λαγώς ἐστιν, ἀλλ’ αἴλουρος”.


καὶ τὴν κίστην ἀν-οίξας, “ὦ Ζεῦ,” ἔ-φη, “τί ὁρῶ; μετα-πέ-πλασται γὰρ αὖθις, ὡς ἔοικεν, εἰς λαγών.”


θαυμάσας οὖν ὁ δεσπότης, “ὦ οὗτος”, ἔ-φη, “οὐ παύσει φλυαρῶν; (· παύου φλυαρῶν, μὴ φλυαρεῖς | φλυαρέω· Lat. nugari) δοκεῖς δέ μοι πάντων ἀνθρώπων εἶναι ἀφρονέστατος. νῦν οὖν ἄπ-ιθι (< ἄπειμι) πάλιν ὡς τάχιστα εἰς τὴν πόλιν, καὶ τόν λαγών τόνδε πρός-φερε τῷ Καλλικλεῖ, ὥσπερ σε καὶ τότε ἐ-κέλευσα.” 


ὁ δε, “ὦ δέσποτα”, ἔ-φη, “μηδαμῶς ταῦτα κελεύσῃς. δέ-δοικα (φοβέομαι), γὰρ μὴ γένωμαι καὶ αὐτὸς αἴλουρος, ἐὰν ἐκεῖσε πάλιν ἐπ-αν-ίω (< ἐπ-άν-ειμι· ἐπανέρχομαι).”

Morice, Easy Greek Stories: 107. Le dieron gato por liebre... (4/5)

     δι-ε-νοεῖτο οὖν ὁ οἰκέτης οἴκαδε (·εἰς τὴν οἰκίαν) πάλιν ἀπ-ιέναι.

     ἀνα-παυσάμενος δὲ αὖθις ἐν τῷ πανδοκείῳ, ἐκείνοις τοῖς ἀστείοις αὖθις ἐπ-έ-τυχε, καὶ τὸ πρᾶγμα δι-ηγήσατο. οἱ δὲ ἀκούσαντες ἔ-φασκον, ὡς «φιλεῖ (· εἴωθα, Lat. solet) τὰ τοιαῦτα γίγνεσθαι ἐν τῇ πόλει· ὁ γὰρ ἐκεῖ ἀὴρ δύναμίν τινα ἔχει τοιάνδε, ὥστε λαγώς ἀεὶ εἰς αἰλούρους μετα-πλάσσειν.»

     δια-λεγόμενοι δὲ περὶ τούτων, λάθρᾳ αὖθις τὴν κίστην ἀπο-φέρουσι, καὶ, ἐξ-ελόντες (αἱρέω, εἶλον Ao II: λαμβάνομαι) τὴν αἴλουρον, τὸν λαγὼν πάλιν ἐν-τιθέασιν. ὁ δὲ οἰκέτης οὐδὲ τούτων οὐδὲν ἐ-νόησεν (νοέω· αἰσθάνομαι).

Resultado de imagen de gato por liebre
     ἀπ-ῆλθεν οὖν ἐκ τοῦ πανδοκείου, λαγὼν μὲν ἐν τῇ κίστῃ φέρων, οἰόμενος δὲ αὐτὸν αἴλουρον εἶναι. καὶ ἀσπασάμενος (ἀσπάζομαι· Lat. saluto) τοὺς ξένους οἴκαδε ἀπ-ῄει (εἶμι).

Morice, Easy Greek Stories: 106. Le dieron gato por liebre... (3/5)

     προς-ελθὼν οὖν ὁ οἰκέτης πρὸς τὴν τοῦ Καλλικλέους οἰκίαν ἔ-λεξε (· εἶπε) τοιάδε· «ὦ κύριε, ἥκω (· βέβηκα < βαίνω) σοι δῶρον φέρων παρᾶ του ἐμοῦ δεσπότου Διοτίμου· τὸ δὲ δῶρόν ἐστι λαγώς.»

     τοσαῦτα δε εἰρηκὼς (·εἰπὼν) ἀν-έ-ῳξε (ἀνοίγω) τὴν κίστην, ἡ δὲ αἴλουρος ἐξ αὐτῆς ἐξ-ε-πήδησεν. ἰδὼν δὲ τὴν αἴλουρον ὁ μὲν οἰκέτης ἐς ἀπορίαν πολλὴν ἔ-πεσε (ἐς ἀπορίαν πίπτω· ἀπορέω, ὀκνέω), 

Resultado de imagen de gato por liebre

     γελάσας δὲ ὁ Καλλικλῆς, «ὦ ἄνθρωπε,» ἔ-φη, «δοκεῖς μοι ἢ μωρός (· φαῦλος, ἁπλοῦς) τις εἶναι ἢ πανοῦργος (· μιαρός). οὔτε γὰρ ἐκεῖνο τὸ ζῷον λαγώς ἐστιν, οὔτε ἔ-τεμψέ σε ὁ Διότιμος φέροντά μοι τὸ τοιοῦτον δῶρον, οὐ γὰρ ὧδε μαίνεται.»

     ἐ-κέλευσεν οὖν τὸν ἄνθρωπον, ἀνα-λαβόντα τὴν αἴλουρον, ἀπ-ιέναι (ἄπειμι· ἀπέρχομαι) εὐθὺς ἐκ τῆς οἰκίας.

Morice, Easy Greek Stories: 105. Le dieron gato por liebre... (2/5)

     ἔ-τυχον δὲ πίνοντες τότε ἐν τῷ πανδοκείῳ ἀστεῖοί (ἀστεῖος < ἄστυ ↔ ἄγροικος < ἀγρός) τινες ἄνθρωποι. καὶ αἰσθόμενοι τὸν οἰκέτην (οἰκέτης· οἱ ἐν οἰκία δοῦλοι) ἄγροικόν τινα ὄντα καὶ εὐήθη (εὖ - ἦθος· ἁπλοῦς), δι-ε-νοοῦντο παίζειν τι πρὸς αὐτόν.

     προς-ελθόντες οὖν τινὲς τούτων πρὸς τὸν ἄνθρωπον, ἔ-πινόν τε μετ᾽αὐτοῦ, καὶ ἐς λόγους αὐτῷ ἀφ-ίκοντο (ἀφικνέομαι τινὶ ἐς λόγους: ὁμιλέω τινὶ, διαλέγομαί τινί).

     ἄλλοι δέ τινες ἐν τῷ μεταξὺ (· ἐν τούτῳ), τῆν κίστην λάθρᾳ ἀνοίξαντες, τὸν μὲν λαγὸν ἐξ-αιροῦσιν, αἴλουρον δέ τινα ἐν-θέντες εἰς αὐτὴν, τὰ σήμαντρα αὖθις προς-άπτουσιν (· τὸ θυρίδιον [< θύρα] κλείουσιν). ὁ δὲ οἰκέτης οὐκ αἰσθόμενος οἷα ἐκεῖνοι ποιοῦσιν, ἔ-πινε τε ἡσυχῆ, καὶ τοῖς ξένοις δι-ε-λέγετο.

Resultado de imagen de gato por liebre


     ἐπειδὴ δὲ ἔ-δοξεν ἑαυτῷ ἅλις (cfr. Lat. satis) τούτων ἔχειν, ἀν-έ-λαβεν αὖθις τὴν κίστην, καὶ, ἀπ-ελθὼν ἐκεῖθεν, ἀφ-ίκετο εἰς τὴν πόλιν.

Morice, Easy Greek Stories: 104. Le dieron gato por liebre... (1/5)

Διότιμος ὁ Μεγαρεὺς, πρὸ-τιμήσας (προτιμάω, Lat. praefero) πρὸ πάντων τὸν κατ’ ἀγροὺς βίον, γήδιόν (< γῆ) τι ἐ-πρίατο (πρίαμαι· ὠνέομαι), δι-ε-τέλει (· διατρίβει) δὲ τρέφων ἐπ’ αὐτοῦ ἵππους καὶ κύνας, καὶ θηρεύων ἐν τοῖς ὄρεσι, καὶ ὀρνιθεύων, καὶ τὰ τοιαῦτα πάντα πράσσων.

ἦν δε αὐτῷ ἐν τῇ πόλει συγγενής τις ἄνθρωτος καὶ φίλος, ὀνόματι Καλλικλῆς. τούτῳ οὖν τῷ Καλλικλεῖ ἔ-βουλετο ὁ Διότιμός τι χαρίζεσθαι (· δῶρον διδόναι).

καὶ λαβών ποτε πάγῃ λαγών τινα διαφερόντως (· μάλα) καλὸν, ἐ-κέλευσέ τινα τῶν οἰκετῶν τοῦτον εἰς τὴν πόλιν κομίζειν ἐν κίστῃ, ἵνα δῶρον ἐκείνῳ εἴη.

Resultado de imagen de conejo trampa
λαβών ποτε πάγῃ λαγών τινα διαφερόντως καλὸν...


δίψῃ δὲ σὺν-εχόμενος (· δίψην πάσχων) ἐν τῇ ὁδῷ ὁ οἰκέτης, καὶ ἐπὶ πανδοχείῳ (πανδοχεῖον· κατάλυμα, ταβέρνη) τινὶ ἐπι-τυχὼν, κατ-έ-θετο (< κατατίθημι) τὴν κίστην, καὶ ἀν-ε-παύετο.

Resultado de imagen de cesta mimbre animales
κίστη