Zouke, Anagnostikon: 69. Πελίας καὶ Ἰάσων

    Πελίας βασιλεύων ᾽Ιωλκοῦ (· Ἰωλκός, πόλις τῆς Θεσσαλίας) τὸν θεὸν ἤρετο (ἔρομαι), εἴ τι ἔχοι αὐτῷ ἀγγεῖλαι περὶ τοῦ μέλλοντος. ῾Ο δ’ ἀπεκρίνατο ὅτι μονοσάνδαλος (· ἔχων ἕν μόνον ὑπόδημα) αὐτὸν ἀποκτενοῖ. Καὶ τὸ μὲν πρῶτον ἠγνόει (ἀγνοέω· οὐκ οἶδα) τὸν ἀπειλοῦντα (ἀπειλέω· λέγων δράσειν τι κακὸν ἀπειλεῖ τις. Lat. minari) αὐτῷ κίνδυνον, ὕστερον δ’ ἐνόησε. Μέλλων γὰρ θύσειν τῷ θεῷ παρήγγειλε (παραγγέλλω· κελεύω, ἐντέλλομαι) πᾶσι τοῖς πολίταις εἰς τὴν ἑορτὴν ἐλθεῖν.

    ᾽Ιάσων δὲ διαβαίνων τὸν ποταμὸν Ἄναυρον ἀπέβαλεν ἐν τῷ ῥείθρῳ (< ῥέω) τὸ ἕτερον σανδάλιον καὶ ἦλθε μονοσάνδαλος. Τοῦτον θεασάμενος Πελίας καὶ τὸν χρησμὸν (· ὅ τι ὁ θεὸς μαντεύεται) συμβαλὼν ἠρώτα αὐτόν, τί ἄν ποιήσειεν, εἰ λόγιον (· χρησμός) αὐτῷ εἴη ὅτι τῶν πολιτῶν τις αὐτὸν ἀποκτενοῖ. ῾Ο δ’ ἀπεκρίνατο· «᾽Εντειλαίμην ἂν αὐτῷ ἐνεγκεῖν τὸ χρυσόμαλλον δέρας· οὐ γὰρ ἐλπίζω τὸ ἔργον τοῦτο περανεῖν (περαίνω· τελευτάω)· δεήσει γὰρ ἀποκτεῖναι τὸν ἄυπνον δράκοντα, ὑφ’ οὗ κινδυνεύσει ἀποθανεῖν».


https://upload.wikimedia.org/wikipedia/commons/thumb/4/42/Building_Argo_BM_TerrD603.jpg/1200px-Building_Argo_BM_TerrD603.jpg
᾽Ιάσων πεντηκόντορον ναῦν κατεσκεύασεν (Fuente de la imagen)

    Ταῦτα ἀκούσας Πελίας ἐνετείλατο αὐτῷ ἐπὶ τοὺς Κόλχους ἐλθεῖν ἀποκτενοῦντα τὸν δράκοντα καὶ ληψόμενον τὸ δέρας. ᾽Ιάσων δὲ πεντηκόντορον ναῦν (· ἔχουσα πεντήκοντα κωπηλάτας) κατεσκεύασεν, ἥν Ἀργὼ ἐκάλεσε, καὶ τοὺς ἀρίστους ἐκ τῆς ῾Ελλάδος ἤθροισεν (ἀθροίζω· συλλέγω), ἵνα ἐν τῇ Κολχίδι τοὺς πολεμίους ἀμύνηται.

πεντηκόντορος ναῦς