Mostrando entradas con la etiqueta Historica. Mostrar todas las entradas
Mostrando entradas con la etiqueta Historica. Mostrar todas las entradas

Zouke, Anagnostikon: 64. Μαρδόνιος πρὸς ῎Αθηναίους

    Μαρδόνιος*  μέλλων ἐκ Θετταλίας ἐμβαλεῖν (sc. στρατὸν) εἰς τὴν ῾Ελλάδα ἔπεμψεν Ἀθηναίοις πρέσβεις ἀγγελοῦντας τοῦτο.

    Οὗτοι παραγενόμενοι εἰς τὴν ἐκκλησίαν τοῦ δήμου εἶπον· «Ἄνδρες Ἀθηναῖοι, Μαρδόνιος ὑπισχνεῖναι (ὑπισχνέομαι : πίστιν δοὺς ἐπαγγέλλω ποιήσειν τι) ὑμῖν ἀνοικοδομήσειν (ἀνά•οἰκοδομέω) τὰ τείχη καὶ τὰ ἱερὰ καὶ τὴν πόλιν καὶ κυρίους τῆς ῾Ελλάδος ποιήσειν ὑμᾶς, εἰ μὴ ἀμυνεῖσθε (· ἀποκρούω) αὐτόν· εἰ δὲ μή, ἐμβαλεῖ εἰς τὴν Ἀττικὴν καὶ φθερεῖ (· ἀπόλλυμι, ἀφανίζω) αὐτὴν πρῶτον. Τί ἀποκρινεῖσθε αὐτῷ;»

Greek-Persian duel.jpg
Procedencia de la imagen: https://es.wikipedia.org/wiki/Guerras_m%C3%A9dicas

     Τοῖς δ’ Ἀθηναίοις μέλλουσιν ἀποκρινεῖσθαι οἱ παρόντες Λακεδαιμόνιοι εἶπον· « Καὶ ἡμεῖς ἥκομεν, ὦ Ἀθηναῖοι, σημανοῦντες τὰ ὑπὸ τῆς πόλεως παραγγελλόμενα. Πρὸς θεῶν, μὴ πείθεσθε τοῖς τούτων λόγοις (πείθομαί τινι = ὑπακούω τινός)· Εἰ ἐμμενεῖτε (ἔμμενω· μένω σταθερῶς) τῇ ῾Ελλήνων συμμαχίᾳ, ἀπὸ κοινοῦ ἀμυνούμεθα τοὺς πολεμίους, ὡς πέρυσι (· ἐν τῷ παρελθόντι ἔτει), καὶ ἐλευθέραν τὴν ῾Ελλάδα ποιήσομεν. ῾Ορᾶτε (· προσέχετε), ὅπως ἀποκρινεῖσθε τῷ Μαρδονίῳ, ὡς προσήκει τοῖς ῞Ελλησιν».

    Οἱ δ’ Ἀθηναῖοι Μαρδονίῳ μὲν λέγουσιν ὅτι, ἕως ἂν ὁ ἥλιος τὴν αὐτὴν ὁδὸν πορεύηται, οὐδέποτε καταλείψουσι τοὺς ῞Ελληνας, ἀλλ’ ἀμυνοῦνται αὐτὸν πάσῃ δυνάμει, πρὸς δὲ τοὺς Λακεδαιμονίους ὅτι ἐμμενοῦσι τῇ συμμαχίᾳ καὶ οὐδέποτε ἐπιτρέψουσι (ἐπιτρέπω· ἐάω) τὴν ῾Ελλάδα ὑπὸ τοῖς πολεμίοις γενέσθαι.

* Μαρδόνιος, στρατηγὸς τῶν Περσικῶν ἐν τοῖς Μηδικοῖς πολέμοις


Zouke, Anagnostikon: 61. Ἀλέξανδρος πρὸς τοὺς αἰχμαλώτους οἰκείους τοῦ Δαρείου

Resultado de imagen de batalla de issos

Ὅτε Ἀλέξανδρος* τὴν Δαρείου* σκηνὴν εἷλε (< αἱρέω· καταλαμβάνω), πάμπολλα λάφυρα (· ὁ λαμϐάνει τις τοῖς πολεμίοις, lat. spolia)  ἔλαβεν· ἦσαν γὰρ ἐν αὐτῇ θώρακες, οἱ μὲν λινοῖ, οἱ δὲ σιδηροῖ, πολλῷ χαλκῷ κόσμῳ κεκοσμημένοι, καὶ κράνη χαλκᾶ καὶ χιτῶνες φοινικοῖ. Πολλοῖς δὲ ξίφεσι χαλκοῖς ἐπέτυχεν, ἅ χρυσοῖς καὶ ἀργυροῖς ἥλοις ἐκεκόσμητο. ῎Ετι δὲ κνημῖδες λιναῖ καὶ χαλκαῖ εὑρέθησαν, καλὰ δὲ τόξα καὶ βέλη ἐνῆσαν, ἃ ἐξ ὀστῶν ἐπεποίητο. 



 
τὸ κράνος


῏Ην δ’ ἡ σκηνὴ πλήρης καὶ σκευῶν χαλκῶν ἢ κεραμῶν, ἐν οἷς νομίσματα χρυσᾶ, ἀργυρᾶ καὶ χαλκᾶ ὁ βασιλεὺς ἐφύλαττεν. ᾽Εν δὲ τοῖς χρυσοῖς κανοῖς πολλὰ ψέλια χρυσᾶ καὶ ἀργυρᾶ ἐνῆσαν, οἷς πᾶσιν ἐχρῶντο αἱ τῶν Περσῶν γυναῖκες. 

τὸ κάνεον· τό κάναστρον


τό ψέλιον

᾽Ελήφθησαν δὲ καὶ αἱ Δαρείου γυναῖκες σύν τε τοῖς χρυσοῖς καὶ ἀργυροῖς κόσμοις, οὕς ἔφερον. Πρὸς ταύτας ᾽Αλέξανδρος λέγει· «῾Ησυχεῖτε καὶ μηδὲν φοβεῖσθε· ἐγώ τε γὰρ αὐτὸς καὶ ἅπαντες οἱ Μακεδόνες εὖνοι (εὔνοος, εὔνους· εὐμενής, ἵλεως) ὑμῖν ἔσονται· λέξατε οὖν ἐμοί, τί βούλεσθε καὶ τί ἐν νῷ ἔχετε». Αἱ δ’ ἀπεκρίναντο· « Χάριν σοι ἔχομεν, ὅτι ἐνετύχομεν πᾶσιν ὑμῖν εὔνοις· ἐν γὰρ ταῖς ἀτυχίαις οὐδὲν κρεῖττον φίλου εὔνου. Δεόμεθα δ’ ὑμῶν γενέσθαι εὔνους καὶ τοῖς αἰχμαλώτοις (· τοῖς ἁλισκομένοις)». Ἐκ τούτου Ἀλέξανδρος προσέταττε τοῖς στρατιώταις προσέχειν τὸν νοῦν, ἵνα μή τι κακὸν τοῖς αἰχμαλώτοις γένηται.

* ὁ μεγας Αλεξανδρος, ὁ  βασιλεὺς τῆς Μακεδονίας.
* Δαρεῖος ΙΙΙ, ὁ βασιλεὺς τῶν Περσῶν.

Zouke, Anagnostikon: 54. Λόγοι Ξενοφῶντος (cfr Xen., Anab. 3.2)

    Τοῖς ῞Ελλησι Ξενοφῶν ἀνακοινοῦται (ἀνακοινέομαι· συμβουλεύομαι ) τάδε· «Ἄνδρες, ὅτε οἱ ἡμέτεροι στρατηγοὶ ἔ-ζων, οἱ βάρβαροι ἐθυμοῦντο (θυμοῦμαι· ἀγανακτέω) μὲν ἡμῖν, ὅτι ἐ-καρπούμεθα (· καρπὸν ἐλαμβάνομεν) τὴν ἐκείνων χώραν, οὐδεὶς δ’ἐτόλμα ἐναντιοῦσθαι  (· μάχεσθαι) ἡμῖν· ἠξίουν γὰρ ἡμεροῦν ἡμᾶς, ἵνα ἡ χώρα αὐτῶν μὴ δῃοῖτο (δηιόω· πορθέω, φθείρω). Παντὶ δὲ τρόπῳ ἐδήλουν τοῦτο. ᾽Επεὶ δ᾽ οἱ στρατηγοὶ ἀπέθανον δόλῳ, ἀξιοῦσι ταπεινοῦν καὶ χειροῦσθαι ἡμᾶς. Διὸ κυσὶν (<
κύων) ὁμοιούμενοι ἐπ-ακολουθοῦσιν ἡμῖν δηλοῦντες ὅτι καιρὸν ἀναμένουσιν, ἵνα ἡμῖν ἐπιπέσωσιν (<ἐπι-πίπτω). ῾Ημεῖς δ’ αἰσθανόμενοι ταῦτα ἀντι-φυλαττόμεθα καὶ ἄγομεν διὰ πολεμίας καρπούμενοι τῶν ἐκ τῆς χώρας. Ἵνα δὲ ἀσφαλέστατα πορευώμεθα, ἐλευθερώμεθα τῶν σκευοφόρων (< σκεῦος· lat. impedimenta) πρῶτον καὶ πλαίσιον (· τετράγωνος τάξις στρατεύματος) τῶν ὁπλιτῶν ποιώμεθα· εἶτα δέ, εἰ γεφυροῖμεν* τὸν πρὸ ἡμῶν ποταμὸν φοίνιξιν*, περαιοίμεθα ἂν ῥᾳδίως εἰς τὴν ἔναντι χώραν, ἣ ἐπιτηδείων πληροῦται.

Resultado de imagen de puente sobre río
γεφυρῶ τὸν ποταμόν

Imagen relacionada
φοῖνιξ 

     ᾽Ενταῦθα, ἐὰν χειρώμεθα (χείρομαι· ὑποτάττω) τοὺς οἰκοῦντας καὶ δῃῶμεν τοὺς ἀγρούς, ἕξομεν ἱκανὰ τὰ ἐπιτήδεια. Κληρῶμεν (< κλῆρος· lat. sors) οὖν τοὺς νῦν στρατηγοὺς καὶ τούτοις ἑπώμεθα. ῾Υμεῖς δ’ οἱ στρατιῶται ἔργῳ βεβαιοῦτε καὶ δηλοῦτε τὴν πρὸς αὐτοὺς εὐπείθειαν (< πείθομαι : ὑπακούω). ᾽Εὰν δέ τις ἀ-πειθῆ, ζημιούσθω (ζημιόω· κολάζω) αὐστηρῶς ».
    Ταῦτα εἶπεν. Οἱ δὲ στρατιῶται ἐπεκύρουν (ἐπικυρόω· lat. approbo) τοὺς λόγους,  καὶ ἐποίουν οὕτω.

Zouke, Anagnostikon: 53. Ἀγησίλαος ἐν Ἀσίᾳ

     Ἀγησίλαος* ἠξίου (ἀξιόω*· αἰτέω) παρὰ τῶν στρατιωτῶν μὴ δῃοῦν (< δηιόω· πορθέω, φθείρω) μηδ᾽ ἑρημοῦν τὴν Ασίαν· ἐγίγνωσκε γὰρ ὅτι, ἐὰν ταύτην δῃῶσί καὶ ἐρημῶσιν, οὐχ ἕξουσι τὰ ἐπιτήδεια (lat. commeatus). Παρῂνει (παραινέω· κελεύω, οὐχ ὡς δεσπότης, ἀλλ’ ἐξ ἴσου λέγων) δὲ πᾶσι βοηθεῖν τοῖς ἀροῦσι (< ἀρόω) τὴν χώραν, ἵνα οὕτω τὴν πρὸς τὴν γεωργίαν ἀγάπην δηλῶσιν. Εἰ δέ τινας ὁρῴη ἀδίκους πρὸς τοὺς γεωργοῦντας, τούτους ἰσχυρῶς ἐζημίου (ζημιόω· κολάζω). «Δεῖ», ἔλεγε τοῖς στρατιώταις, «μὴ δουλοῦν, ἀλλ’ ἔργῳ ἐλευθεροῦν τοὺς ῞Ελληνας· οὕτω γὰρ ἂν βεβαιοῖμεν (< βέβαιος· lat. firmus, stabilis) τὴν πρὸς ἡμᾶς πίστιν τῶν ῾Ελλήνων».
Resultado de imagen de greek tent
σκηνή

       ᾽Επεμελεῖτο (ἐπιμελοῦμαι· προθυμοῦμαι πάντα ποιῶ ὅπως τι γενήσεται), δέ, ὅπως καὶ τὰ καταλελειμμένα (<κατα-λείπω) παιδία συσκηνοῖεν (< σύν-σκηνή), τοὺς δὲ γέροντας αἰχμαλώτους (· τοὺς ἁλισκωμένους) τιμῆς ἠξίου*, ὥστε οἱ μανθάνοντες τοῦτο εὐμενεῖς αὐτῷ ἦσαν. Οὕτω κατώρθου (< κατα-ὀρθόω) ἄρχειν ἐν Ἀσίᾳ δι’ ἀγάπης μᾶλλον ἢ διὰ φόβου.

* ἦν δὲ Λακεδαιμονίων ἐπιφανὴς καὶ γενναῖος βασιλεὺς (444-358 a. C.)

*ἀξιόω·
1. Considerar digno, tener por digno a alguien (acc.) de algo (gen.)
2. Considerar conveniente, pedir a alguien (acc.) algo (inf.): αἰτέω

Zouke, Anagnostikon: 51. Φάλαρις καὶ Στησίχορος


Φάλαρις* Σικελιώτης (· ὁ τῆς Σικελίας πολίτης) σκοπῶν ἐπιχειρεῖν (· καταλαμβάνειν) τυραννίδι ἐθεράπευε τὸν δῆμον καὶ αὐτῷ παρῄνει (παραινέω· συμβουλεύω, πείθω) ἐπὶ τοὺς δυνατοὺς (· τοὺς ἀνθρώπους πλουσίους) λέγων· « Ἄνδρες πολῖται, οἱ μὲν δυνατοὶ τῶν πάντων κρατοῦσι καὶ συνεχῶς πλεονεκτοῦσι (< ὁ πλεονέκτης = ὁ πλέον ἔχων) καὶ τὸν δῆμον ἀδικοῦσιν· ὑμεῖς δ’ οὐδὲν σκοπεῖτε, ὅπως τῶν ἀδικιῶν ἀπαλλαγήσεσθε (ἀπαλλάττω· ἐλευθερόω), καρτερεῖτε (· διαφέρετε) δὲ ταύτας ὡς δοῦλοι. ᾽Εὰν ὑπουργῆτε αὐτοῖς (τοῦτ’ ἔστιν, τοῖς δυνατοῖς) καὶ διατελῆτε καρτεροῦντες (· συνεχῶς  καρτερῆτε) τὰς τούτων ἀδικίας, κινδυνεύσετε δοῦλοι γενέσθαι».


Sicily in Italy.svg
Σικελία

Διὰ ταῦτα τὸ πλῆθος ἐφίλει αὐτὸν καὶ αὐτῷ αἰτοῦντι φυλακὴν προθύμως παρεῖχε.

Στησίχορος*  δ’ ὁ ποιητὴς ὑποτοπῶν (· ὑπολαμβάνων, ὑποπτεύων) ἐπιχειρεῖν τὸν Φάλαριν τυραννίδι ἔλεξεν εἰς τὸ πλῆθος· « ῞Ιππος τις κατεῖχε μόνος λειμῶνα καὶ ἐνέμετο αὐτόν, ἔλαφος δέ τις διέφθειρε τὴν νομήν. ῾Ο δ’ ἵππος ποθῶν τὴν ἀδικοῦσαν κολάσαι προσέρχεται ἀνθρώπῳ κυνηγῷ (cfr cast. cinegética) καὶ τοῦτον ἠρώτα πῶς ἂν κρατοίη τῆς ἐλάφου. ῾Ο δ’ ἔλεξεν· «᾽Εὰν βούλῃ κρατεῖν τῆς ἐλάφου, χαλινὸν λαβὲ καὶ δέξαι ἐμὲ ἀναβάτην (· ἱππέα) ». Καὶ ἐγένετο οὕτω. Καὶ ἡ μὲν ἔλαφος τοξευθεῖσα (< τόξον) ἀπέθανεν, ὁ δ’ ἵππος δοῦλος τοῦ ἀναβάτου ἐγεγόνει. Οὕτω καὶ ὑμεῖς, εἰ βοηθοῖτε, ὅπως ἀπαλλαγείητε τῶν δυνατῶν, κακῶς μὲν ἂν ποιοῖτε αὐτούς, κινδυνεύοιτε δ’ ἂν ὅμως ὑπὸ χείρονι κυρίῳ γενέσθαι. Μὴ οὖν προσέχετε τῷ τῶν δυνατῶν κινδύνῳ, ἀλλὰ καρτερεῖτε τοῦτον, ἵνα μὴ εἰς μείζονα κίνδυνον περιπέσητε (< περιπίπτω)». Ἀλλ’ οὐδὲν ἔπειθε τοὺς Σικελιώτας. Καὶ μετ’ οὐ πολὺ Φάλαρις τύραννος ἐν Σικελίᾳ ἐγένετο.





* Φάλαρις, Ἀκραγαντῖνος, τυραννήσας δὲ Σικελίας ὅλης κατὰ τὴν νβ’ (LII: 572/1-569/8 BCE) ὀλυμπιάδα. (cfr Suda)

* Στησίχορος, ἐκ πόλεως Ἱμέρας τῆς Σικελίας: καλεῖται γοῦν Ἱμεραῖος. (cfr Suda)


Fuentes: cfr Esopo, C. 313. F. 383; Arist. Rhet. 2.20
 

Zouke, Anagnostikon: 49. Λόγος Κύρου τοῦ πρεσβυτέρου πρὸς τοὺς στρατιώτας

Κῦρος ὁ πρεσβύτερος*  στρατεύων ἐπὶ Λυδίαν τοὺς στρατιώτας ὧδε ἐθάρρυνεν (θαρρύνω < τὸ θάρρος*)·

ἡ Λυδία, χώρα τῆς Ἀσίας (Imagen: Wikipedia)


 «Ἄνδρες φίλοι, γιγνώσκετε δήπου ὅτι ὑμᾶς καὶ ἀγαπῶ καὶ τιμῶ, ἐπεὶ καὶ ὑμεῖς τιμᾶτε καὶ ἀγαπᾶτέ με. ᾽Εκ παίδων ἠγάπων καὶ ἐτίμων ὑμᾶς· ἑώρων (< ὁράω) γὰρ ὅτι ἐγκρατεῖς εἴητε εἰς τὸ πεινῆν καὶ διψῆν· οὐδεὶς γὰρ ὑμῶν ἔπινεν, εἰ μὴ διψῴη (ἐὰν τις ἐθέλῃ μὲν πίνειν, δύνηται δὲ μή, οὗτος διψῇ), οὐδ’ ἤσθιεν, εἰ μὴ πεινῴη (πεινῇ ὁ μὴ ἔχων μηδὲν ὥστε φαγεῖν, ἐθέλων δὲ φαγεῖν). Πρὸς δὲ λογίζομαι ὅτι ἐτολμᾶτε πάντα κίνδυνον ὑπομένειν καὶ πάντα τρόπον ηὑρίσκεσθε, ὥστε ἐργάται ἀγαθῶν ἔργων γενέσθαι.  Ὁμοίως δὲ καὶ νῦν ὁρῶ ὅτι τὰ πολεμικὰ ἀγαθοὶ (· ἀγαθοὶ ἐν τοῖς πολεμικοῖς) ἄνδρες  ἐστέ· τοὺς γὰρ πόνους τοῦ ζῆν ὑπομένετε, ἐν δὲ τοῖς κινδύνοις οὐκ ἀπο-δειλιᾶτε (< δειλιάω: φοβέομαι), οὐδέποτε δ’ ὁ ὕπνος νικᾷ ὑμᾶς. ᾽Εὰν οὖν καὶ νῦν μὴ ἀποδειλιῶμεν, βεβαίαν τὴν νίκην ἕξομεν. ῾Ορμῶμεν (· προσβάλλωμεν) οὖν προθύμως ἐπὶ τοὺς πολεμίους· οὕτω νικῷμεν ἂν αὐτούς. ᾽Εγὼ δ’ ἂν ὑμᾶς ὁρῶ τολμῶντας, ἀγαθὸς ἡγεμὼν ἔσομαι καὶ ἀμείψομαι (ἀμείβομαι: ‘recompensar’) ὑμᾶς. Τολμᾶτε οὖν καὶ νικᾶτε τοὺς πολεμίους· οὕτω τιμῷτε ἂν τὴν πατρίδα».

Ταῦτ’ εἰπὼν ἔθυσε τοῖς θεοῖς καὶ εὐθὺς ἐπὶ τὴν Λυδίαν ἦγε τὴν στρατιάν.


*  Κῦρος, ὁ τῶν Περσῶν βασιλεύς (ca. 559-530 a. C.)

*θάρρος, τό : confianza (de quien no está en peligro)
τόλμα ἡ: audacia
θρασύτης ἡ : temeridad



Cfr Xen. Cyrop. 1.5.7 ss.

Zouke, Anagnostikon: 48. Δερκυλίδας καὶ Μειδίας

Μειδίας* φονεύσας (< φονεύω· ἀποκτείνω) τὴν μητέρα τῆς ἑαυτοῦ γυναικὸς, Μανίαν, κύριος τῆς Αἰολίδος ἐγένετο καὶ ἐν τῇ τῶν Γεργιθίων* ἀκροπόλει μετὰ τῆς ἑαυτοῦ φρουρᾶς (· φυλάκων) διέμενεν.Ὅτε οὖν Δερκυλίδας* τὴν Αἰολίδα καὶ Γέργιθα κατέλαβεν, ἐβούλετο κολάσαι (< κολάζω· τιμωρέω) Μειδίαν ἐπὶ τῷ τῆς Μανίας θανάτῳ. Πρὸς τοῦτο ἔταξε μὲν τοὺς ἑαυτοῦ στρατιώτας περὶ τὰ τείχη, αὐτὸς δὲ σὺν τῷ Μειδίᾳ εἰσῆλθεν εἰς τὴν ἀκρόπολιν, ἔνθα τῇ Ἀθηνᾷ ἔθυσε.
Resultado de imagen de muralla ciudad antigua
αἱ πύλαι καὶ τὰ τῆς πόλεως τείχη


Μειδίας δὲ προ-αισθόμενος κακὰ τοῖς ἑαυτοῦ λέγει τῷ Δερκυλίδᾳ· « ᾽Εγώ, ὦ Δερκυλίδα, ἀπέρχομαι οἴκαδε παρασκευάσων ξένιά σοι καὶ τοῖς σοῖς στρατιώταις ». 

Δερκυλίδας μέντοι λέγει· « Οὐ μὰ Δία· αἰσχρὸν (· κακόν, οὐ καλὸν ἰδεῖν) γὰρ ξενίζεσθαι ἐμὲ καὶ τοὺς ἐμοὺς στρατιώτας ὑπὸ σοῦ καὶ τῶν ὑμετέρων· ἡμεῖς γὰρ ἐθύσαμεν τῇ θεᾷ· μένε παρ’ ἡμῖν. ῞Εως δ’ ἂν τὸ δεῖπνον ὑπὸ τῶν ἡμετέρων παρασκευάζηται, ἐγὼ καὶ σὺ τὰ δίκαια διασκεψόμεθα (<δια-σκοπέω)».


᾽Επεὶ δ’ ἐκαθέζοντο, λέγει Δερκυλίδας· «Οἱ ἡμέτεροι, ὦ Μειδία, καταλείπουσι τὴν σφετέραν οὐσίαν τοῖς ἑαυτῶν υἱοῖς· ὑμεῖς δὲ καὶ οἱ ὑμέτεροι τί πράττετε; Σὲ ὁ πατὴρ ἄρχοντα τοῦ σοῦ οἴκου κατέλιπε καὶ τῶν σῶν οἰκιῶν καὶ νομῶν».


«Μάλιστα», εἶπεν ὁ Μειδίας.


Καταλέγοντος δὲ Μειδίου τὰ κτήματα ἀπέγραφον οἱ περὶ Δερκυλίδαν. ᾽Επεὶ δ᾽ ἀπεγέγραπτο πάντα, λέγει ὁ Δερκυλίδας· «Μανία δὲ τίνος ἦν;»


Οἱ δὲ παρόντες εἶπον «Φαρναβάζου*».


«Οὐκοῦν», εἶπεν ὁ Δερκυλίδας, «καὶ τὰ ἐκείνης ἡμέτερα ἂν εἴη, ἐπεὶ νικηταί ἐσμεν».


Οὕτω Δερκυλίδας, τὸν τῆς Μανίας θάνατον ἔχων αἰτίαν*, τὴν ἀρχὴν τὸν Μειδίαν ἀφείλετο (< ἀφ-αιρέω ) καὶ κύριος τῆς Αἰολίδος ἐγένετο. 


_________________
 * Μειδίας, γαμβρός τῆς Μανίας, σατράπου Ἀιολίδος. ταύτην φονεύσας παρέλαβε τὴν σατραπείαν.
* Γέργις, ὄνομα πόλεως. Γεργίθιος ὁ πολίτης
* Δερκυλίδας, στρατηγὸς τῶν Σπαρτιατῶν
* Φαρνάβαζος, σατράπης τοῦ Δασκυλίου

 * εὑρίσκων τὸν αἴτιον τοῦ τῆς Μανίας φόνου, τοῦτ’ ἔστιν, Μειδίαν 

cfr. Xen. Hell. 3.1.15-28

Zouke, Anagnostikon: 44. Θάνατος Σωκράτους



Πρὸ τῆς ἀνατολῆς τοῦ ἡλίου πολλοὶ τῶν μαθητῶν συνηθροισμένοι (· συνηγμένοι : lat. congregati) ἦσαν ἐν τῷ πρὸ τῆς φυλακῆς χώρῳ.

Σωκράτης δ’ ἐκείνης τῆς νυκτὸς ἀνεπέπαυτο (ἀναπαύομαι· lat. pernocto) λαμπρῶς καὶ οὐδέπη (· μηδενί τρόπῳ) ἐτετάρακτο (< ταράττω). Ἅμα δὲ τῇ ἡμέρᾳ εἰσῆλθον διὰ τῆς πρὸς βορρᾶν τετραμμένης (lat. ad Aquilonem vergentem) πύλης πολλοί, μεταξὺ δὲ καὶ οἱ παῖδες κεκομισμένοι (< κομίζω· φέρω) ἦσαν. Σωκράτης δὲ πρὸς τοὺς ἠθροισμένους ἔλεγεν· «Ἄνδρες φίλοι, ἅπαντα τὸν βίον πεπολίτευμαι (πολιτεύω· ὡς πολίτης ζῶ) σωφρόνως καὶ ἀξίως τῆς πόλεως. Διδάσκων τοὺς νέους καὶ προ-άγων αὐτοὺς ἐπ’ ἀρετὴν οὐδεπώποτε πέπραγμαι μισθὸν αὐτοὺς νομίζων οὕτω τὰ ὑπὸ τῶν θεῶν τεταγμένα (<τάττω) μοι πράττειν. ᾽ῃσθανόμην (< αἰσθάνομαι) δ’ ὅτι οὐδενὶ τρόπῳ ἀποτετραμμένος (< ἀπὸ-τρέπω) ἂν εἴνην τούτου. Διὸ καὶ ὑμεῖς μηδέποτε παύσασθε πολιτευόμενοι δικαίως· ἐὰν γὰρ οὕτω πεπαιδευμένοι ἦτε, ὠφέλιμοι (· χρήσιμοι) τῇ πολιτείᾳ ἔσεσθε ». Ταῦτα αὐτοῖς εἶπεν. 



La muerte de Sócrates (1787), Jacques-Louis David

Εὐθὺς δὲ μετὰ τοῦτο ἔλεξεν· «Ἀλλ᾽, ὦ Κρίτων, ἐνεγκέτω (< ἔν-φερω) τις τὸ φάρμακον, εἰ τέτριπται (< τρίβω)». Καὶ ὁ ἄνθρωπος ἐν κύλικι τὸ φάρμακον τετριμμένον (· τὸ κώνειον : lat. cicuta) ἤνεγκε τῷ Σωκράτει. Καὶ οὗτος μὲν ἐξέπιεν (< ἐκ-πίνω· πίνω μέχρι πρὸς τὸ τέλος) ἠρέμα (↔ τάχιστα) τοῦτο, πολλοὶ δὲ τῶν παρόντων ἐγ-κεκαλυμμένοι* τὸ πρόσωπον ταῖς χερσὶν ἀπέκλαιον. ῾Ο δ’ ἐπειδὴ τὰ σκέλη ᾐσθάνετο (< αἰσθάνομαι) βαρυνόμενα (βαρύς ↔ κοῦφος ), ὕπτιος (lat. supinus) κατεκλίνετο. ῾Ο δ’ ἄνθρωπος διατρίψας συχνὸν (· πολὺν) χρόνον (διατρίβω χρόνον : lat. tero tempus) ἐξ-ε-κάλυψεν αὐτὸν ―ἐν-ε-κε-κάλυπτο γάρ·― (ἐκ-καλύπτω ↔ ἐγ-καλύπτω) Κρίτων δ’ ἰδὼν αὐτὸν νεκρὸν συνέκλεισε τὸ στόμα καὶ τοὺς ὀφθαλμούς.

cfr. Fedón 117e-118c




*
- καλύπτω : envolver, cubrir con algo (cfr. apocalipsis, calipso)
- κρύπτω : ocultar (cfr. cripta)
- στέγω : cubrir (τὸ στέγος: lat. tectum)

Zouke, Anagnostikon: 43. Λόγοι Ξενοφῶντος πρὸς ῞Ελληνας (cfr Xen. Anab. 3.1)


      Οἱ ῞Ελληνες μετὰ τὸν τῶν στρατηγῶν θάνατον χαλεπῶς ἔφερον, ὅτι ᾤοντο (< οἴομαι) ἐν κινδύνῳ ἔσεσθαι, καὶ ἄθυμοι διὰ τοῦτο ἦσαν. Ξενοφῶν* δὲ τούτους ἀθροίζει (· συγάγει) καὶ εὐξάμενος τοῖς θεοῖς πρῶτον ἔλεγεν αὐτοῖς·
     «Ἄνδρες ῞Ελληνες, πρὸ ὀλίγων ἔτι ἡμερῶν ἀντιταξάμενοι τοῖς πολεμίοις διεπράξασθε (lat. conficere, domare), ὥστε καὶ τὸ ὄνομα τῶν ῾Ελλήνων φόβον τοῖς Μήδοις εἶναι. Καὶ τότε μὲν περὶ τῆς Κύρου* ἀρχῆς ἠγωνίσασθε καὶ εἰς φυγὴν τοὺς πολεμίους ἐτρέψασθε, νῦν δὲ περὶ τῆς ἰδίας σωτηρίας ἀγωνιζόμεθα. Ἀφ’ οὗ χρόνου ἐσπεισάμεθα (< σπένδεσθαι· σπονδὰς (· συμβάσεις) ποιεῖσθαί τινι) Τισσαφέρνει*, ἐνομίσαμεν εἰρήνην ἡμῖν ἔσεσθαι. Βασιλεὺς μέντοι τὰς σπονδὰς λέλυκε καὶ φυλάττεται ἡμᾶς ὡς πολεμίους. Φυλαξώμεθα οὖν καὶ ἡμεῖς τοὺς βαρβάρους καὶ μηκέτι τούτοις σπεισώμεθα (< σπένδεσθαι)· οὕτω δὲ τὸ λοιπὸν (· εἰς τὸ μέλλον) πορευσόμεθα διὰ πολεμίας τῆς χώρας, ἀλλ’ ἀσφαλεῖς ἐσόμεθα καὶ διαπραξόμεθα εἰς ῾Ελλάδα ἐλθεῖν. Εἰ δὲ καθ’ ἡμέραν πορευοίμεθα πλεῖον, ἀπαλλαξαίμεθα (< ἀπαλλάττω· ἀπολείπω) ἂν πολὺ τοῦ στρατεύματος. Εἰ δ’ ἄχθεσθε (< ἄχθομαι· λυποῦμαι, χαλεπῶς φέρω), ὅτι ἡγεμὼν ἡμῖν οὐκ ἔσται Τισσαφέρνης, σκέψασθε, εἰ συμφέρει ἡμῖν ἡγεμόνα ἔχειν τὸν ἐργασάμενον ἡμᾶς κακά. Παύσασθε οὖν πιστεύοντες τοῖς βαρβάροις καὶ ψηφίσασθε (· ψήφῳ κρίνετε) κατακαῦσαι τὰς ἁμάξας, ἵνα μὴ ἐμποδὼν ὑμῖν ὦσι. Κελεύω δὲ πρῶτον εὔξασθαι τοῖς θεοῖς εὐμενεῖς ἡμῖν εἶναι. ᾽Επιτήδεια (lat. commeatus) δέ, ὡς μανθάνω, ἐλπίζω ἡμᾶς εὑρήσεσθαι ἐν τῇ ἐγγὺς χώρᾳ».

     Ἀκούσαντες οἱ στρατιῶται καὶ ψηφισάμενοι ταῦτα ἀπῆλθον ἐπὶ τὰς σκηνάς. 


ἡ ψῆφος - ὁ κύαμος - τὸ ὄστρακον





* Ξενοφῶν (c. 430–354 BC), Σωκράτους μαθητής, ἐστρατεύσατο ἐπὶ Πέρσας Κύρῳ συνανελθὼν ἐπὶ τὸν ἀδελφὸν Ἀρταξέρξην.

* Κῦρος ὁ νεώτερος (+ 401 BC), ἀδελφὸς τῆς βασιλέως Ἀρταξέρξου (404-358 ΒC).

* Τισσαφέρνης (+ 395 BC), σατράπης τῆς Λυδίας καὶ Καρίας.