καὶ βουλόμενος ἐκείνῳ ἀμοιβήν (· μισθόν) τινα τίνειν (τίνω· ἀποδίδωμι), «δῶρα», ἔ-φη, «τρία σοι δώσω, ἃ ἂν αὐτὸς κελεύῃς. εἰπὲ δέ μοι, τίνων μάλιστα ἐπι-θυμεῖς;»
ὁ δὲ πένης ἀντ-εῖπε πρὸς ταῦτα, «ὦ μέγιστε θεῶν! τὰ μὲν δύο τῶν δώρων, ὧν κτήσασθαι (· λαβεῖν) βούλομαι, αὐτίκα σοι εἰπεῖν ἔχω (· δύναμαι)· περὶ δὲ τοῦ τρίτου ἀπορῶ (· ἐν ἀπορίᾳ εἰμί).
τὸ μὲν οὖν πρῶτον, βούλομαι, ὅταν τελευτῶ, ἐλθῶν εἰς τὸ Ἠλύσιον, μακάριος εἶναι.
τὸ δὲ δεύτερον, εὖ πάσχειν καὶ ἐν τῷ παρ-όντι βίῳ.
τό δὲ τρίτον, οὐκ οἶδα τί χρὴ ἐπ-αιτεῖν.»
Ἠλύσιον πεδίον: ἐν ᾧ οἱ παρ' Ἕλλησι δίκαιοι αὐλίζονται, μετὰ θάνατον ἐκεῖσε ἐλευσόμενοι (Suda) |
No hay comentarios:
Publicar un comentario