Ἀπὸ γὰρ τῶν μύθων ἄρχεται τὰ παιδία μανθάνειν. Ὁ γὰρ μῦθος καινολογία (καινός· νέος) ἐστιν· ἡδὺ δὲ τὸ καινόν, τὸ δὲ ἡδὺ προπρέπει εἰς μάθησιν. Εἰ δὲ ἐν τοῖς μύθοις καὶ τὸ τερατῶδες (τερατώδη· παράδοξα) καὶ τὸ θαυμαστόν ἐστι, αὔξεται ἡ ἡδονή, ἣ ἐστι τοῦ μανθάνειν φίλτρον (φίλητρον < φιλέω: lat. amoris illecebra).
προοίμιον τῆς παιδείας οἱ μῦθοι. |
Πάντες δὲ οἱ ἰδιῶται καὶ οἱ ἀπαίδευτοι παῖδές εἰσι καὶ ἥδονται τοῖς μύθοις. Ἐπεὶ δὲ οὐ μόνον ἡδὺ ἀλλὰ καὶ φοβερὸν τὸ τερατῶδες, ἀμφοτέρων τῶν εἰδῶν (εἶδος· γένος) ἔστι χρεία πρὸς τε τοὺς παῖδας καὶ τοὺς ἐν ἡλικίᾳ· τοῖς τε γὰρ παισὶ προσφέρομεν (· ἐξηγούμεθα) τοὺς ἡδεῖς μύθους εἰς προτροπήν (lat. exhortatio), εἰς ἀποτροπὴν (lat. devitatio) δὲ τοὺς φοβερούς [μύθους]. Καὶ οἱ πολῖται εἰς μὲν προτροπὴν ἄγονται τοῖς ἡδέσι μύθοις, οἷον Ἡρακλέους ἄθλεσι ἢ Θησέως· εἰς ἀποτροπὴν δὲ τοῖς φοβεροῖς [μύθους], οἷον κολάσεσι παρὰ θεῶν καὶ φόβοις καὶ ἀπειλαῖς (ἀπειλή· ὁ λέγει τις ὑπισχνούμενος κακόν τι δώσειν).
No hay comentarios:
Publicar un comentario