Morice, Easy Greek Stories: 7. ὁ Προμηθεὺς

The creation of man by Prometheus. Marble relief, Italy, 3rd century CE. Louvre Museum
      πλάσας (πλάσσω· lat. fingo) ὁ Προμηθεὺς ἐξ ὕδατος καὶ γῆς τοὺς πρῶτους ἀνθρώπους ἐβουλεύετο διδάσκειν αὐτοὺς τέχνας τε παντοίας (· παντοδαπάς) καὶ ἐπιστήμας.
 

     ἀλλ’ ἠπόρει (ἀπορέω· ὀκνέω) τὸ πρῶτον, ὁπόθεν δοίη αὐτοῖς πῦρ· οὐ γὰρ ἦν τότε τοῦτο ἐπὶ τῆς γῆς, οἱ δὲ θεοὶ αὐτὸ παρ’ ἑαυτοῖς ἐφύλασσον. λάθρα οὖν ἐκείνων ἐς τὸν οὐρανὸν ἀναβὰς, σπέρματά τινα πυρὸς ἔκλεψε, καὶ ἐν νάρθηκι κρύψας ἔδωκε τοῖς ἀνθρώποις. αἰσθόμενος δὲ ταῦτα ὁ τῶν θεῶν βασιλεὺς Ζεὺς ὠργίσθη (ὀργίζομαι· ἀγανακτέω). προσηλῶσας (< ἧλος) οὖν τὸν  Προμηθέα πέτρᾳ τινὶ ἐν τῷ Καυκάσῳ ὄρει, ἀετὸν ἔπεμψεν, ὅσπερ ἐλθὼν καθ’ ἑκάστην ἡμέραν ἐσπάρασσεν (σπαράσσω· lat. lacerο) αὐτοῦ τὸ ἧπαρ, τὸ δὲ σπαρασσόμενον νύκτωρ αὖθις ηὐξάνετο.

Resultado de imagen de clavo griego
ἧλοι


ὁ ἀετὸς σπαράσσει τὸ τοῦ Προμηθέως ἧπαρ
Prometheus bound, Laconian black-figure amphoriskos C6th B.C., Vatican City Museums
 


No hay comentarios:

Publicar un comentario