Zouke, Anagnostikon: 87. Φαέθων

    ῞Ηλιος ἐτέκνωσε (τεκνόω < τέκνον) Φαέθοντα, ὃς περὶ πᾶν μὲν ἐτόλμα (τολμάω· θαρρέω),  οὐδενὸς δ’ ἀπὸ παιδικῆς ἡλικίας ἡττᾶτο (ἡττάομαι ↔ νικάω). ῞Οτε Φαέθων νεανίας ἐγένετο, ὁρῶν τὸν πατέρα ἐπὶ τεθρίππου (τέθριππος < τέτταρα + ἵππος) ὀχούμενον (ὀχέομαι, lat. vehor) καὶ διὰ τοῦτο ὑπὸ τῶν ἀνθρώπων τιμώμενον ἱκέτευσε μίαν ἡμέραν παραχωρῆσαι (παραχωρέω· ἐάω) αὐτῷ τὸ ἅρμα· οὕτω γὰρ ἤλπιζεν εὐδοκιμήσειν (εὐδοκιμέω· ἐπαίνου τυγχάνω, ἐπαινοῦμαι) παρὰ τοῖς ἀνθρώποις. ῾Ο δὲ πατὴρ πρῶτον μὲν ὤκνει (ὀκνέω· ἀπορέω) παραχωρῆσαι τοῦτο τῷ υἱῷ, ὕστερον δ᾽, ἐπεὶ οὗτος ᾔτιζε  (αἰτίζω· αἰτέω), συνεχώρησεν αὐτῷ, καίπερ εἰδὼς ὅτι ὁ υἱὸς θανατᾷ.

Cuadriga de Helios, Cratera ateniense de figuras rojas, s. V a.C., Museo Británico

    ᾽Επεὶ οὖν Φαέθων ἀνέβη ἐπὶ τοῦ τεθρίππου, ἤλαυνε μὲν αὐτὸς ἀνειμένως (· ἐλευθέρως), οἱ δ’ ἵπποι γνόντες ὅτι οὐ δουλεύουσι ῾Ηλίῳ, ἐξηνέχθησαν (ἐκφέρω) τῆς ὁδοῦ. Καὶ τὸν μὲν πρῶτον πλανώμενοι κατὰ τὸν οὐρανὸν ἐπύρωσαν αὐτόν, εἶτα δὲ πελάσαντες (πελάζω· προσχωρέω) τῇ γῇ ἐλυμήναντο (λυμαίνομαι· βλάπτω) αὐτὴν κατακαίοντες τοὺς ἀγρούς.


    Διὸ Ζεὺς ὀργισθεὶς Φαέθοντα μὲν ἐκεραύνωσε (< κεραυνός), τὸν δ’ ῞Ηλιον ἐπὶ τὴν συνήθη πορείαν ἀποκατέστησεν (ἀποκαθίστημι· ἀναλαμβάνω). Ὁ δὲ πατὴρ οἰμώζων καὶ στεναχίζων (στεναχίζω· οἰκτείρω) ἐπὶ τῇ τοῦ υἱοῦ ἀπωλείᾳ ἔλεγεν· «Οἴμοι, ὅτι τοιούτου υἱοῦ ἀποστέρομαι (ἀποστερέω: ἀπολαμβάνω)».

No hay comentarios:

Publicar un comentario