ὁ δορυφόρος ἔδησε τὸν αἴτιον. |
ὀ δὲ ἔ-φη,
«ὦ βασιλεῦ,
εἰ μὲν ἀληθῆ οὗτος λέγει,
οὐ δυνήσει ἐμὲ ἀπο-κτείνειν,
ἐπεὶ γέ-γευμαι ἤδη τοῦ πώματος·
εἰ δὲ μὴ,
ὠφέλιμόν σοι τοῦτο πε-ποίηκα (· τοῦτο ὠφέλιμόν σοι ἔσται),
διὰ γὰρ τὴν ἐμὴν τελευτὴν (· θάνατον) ἐλεγχ-θής-εταί (ἐλέγχω· ἀποδείκνυμι αὐτὸν αἴτιον εἶναι, καταγιγνώσκω αὐτὸν. Lat. arguo) σοι οὗτος ὡς βούλεταί σε φενακίζειν (· ἀπατεῖν, χλευάζειν).
εἰ δὲ βούλει ταῦτα ἀκριβῶς ἐξετάζειν (· καταμανθάνειν),
δεῖ σε
πρῶτον μὲν κελεύειν τὸν ἄνθρωπον τοῦδε τοῦ πώματος τὸ λοιπὸν κατα-πιεῖν,
ἔπειτα δὲ κώνειον (φάρμακον θανάσιμον: Lat. cicuta) αὐτῷ δοῦναι εἰς ἀπό-πειραν.
εἰ γὰρ ἀληθῆ δὴ εἴρηκε (< λέγω· Lat. dixit),
κακὸν οὐδὲν πείσεται (< πάσχω) ταῦτα δρῶν (δράω· ποιέω).
εἰ δὲ αὖ ψεύδεται,
δίκαιός ἐστιν οὕτω κολάζεσθαι.
No hay comentarios:
Publicar un comentario