ἀλλᾶντες |
«ὁ γὰρ ἐμὸς ἀνὴρ», ἔ-φη, «τὰ τοιαῦτα στέργει».
ταύτῃ οὖν ἀλλᾶντα δοὺς ὁ θεὸς, «ἕν μὲν», ἔ-φη, «τῶν δώρων ἔχεις!»
τότε δὲ ὀργισθεὶς ὁ ἄνθρωπος, «ὦ γύναι», ἔ-φη, «βούλομαι τὸν ἀλλᾶντα τῇ σῇ ῥινὶ ἐμ-φύεσθαι (· αὐξάνεσθαι)».
ῥίς |
ὀ δε θεὸς εὐθὺς, «ἔστω (εἰμὶ) ταῦτα!» ἔ-φη, «καὶ τῶν δώρων τὸ δεύτερον ἔχεις τόδε!»
ἀλλ’ οὐδὲ ταῦτα ἐκείνῳ ἤρεσκεν (ἀρέσκω, Lat. placuit)· ἐ-φοβεῖτο γὰρ, μὴ καταγέλαστος ᾖ, τοιαύτην τὴν γυναῖκα ἔχων. ἠναγκάσθη (< ἀνάγκη) οὖν τὸ τρίτον δεῖσθαι (δέομαι· ἱκετεύω) τοῦ θεοῦ, ὥστε ἀφανίσαι (ἀφανίζω· ἀν-αιρέω) αὖθις τὸν ἀλλᾶντα.
τοῦτο δὲ ποιήσας ὁ ῾Ερμῆς καὶ αὐτὸς ἠφάνιστο.
No hay comentarios:
Publicar un comentario