Morice, Easy Greek Stories, 155. Dionisio y Penteo

     εἰώθει (· ἐθίζει < ἔθος) ὁ θεὸς Διόνυσος, δι-ελθὼν τὰς πόλεις τῶν τε Ἑλλήνων καὶ τῶν βαρβάρων, θείαν τινὰ μανίαν ταῖς γυναιξὶν ἐμ-βάλλειν, ὥστε ἔ-δει αὐτὰς κατα-λιπεῖν τὰς οἰκίας, ἐξ-ιούσας δὲ εἰς τὰ ὄρη χορεύειν ἐκεῖ καὶ βακχεύειν*.

χορεύειν ἐκεῖ καὶ βακχεύειν

     ἀφ-ικόμενος οὖν ἐς Θήβας τὰ αὐτὰ καὶ ἐκεῖ ἐ-ποίει.
 

     ἀισθόμενος δὲ ταῦτα Πενθεὺς ὁ τῶν Θηβαίων βασιλεὺς τὸ πρᾶγμα βαρέως ἔ-φερεν (βαρέως φέρω τι · χαλεπῶς φέρω, ἀγανακτῶ).
 

     ἐ-βούλετο οὖν καθ-εῖρξαι (κατείργω· ἀπέχω) τὸν θεὸν·
 

     ὁ δὲ (ὁ θεὸς Διόνυσος), δια-ρ-ρήξας (<ῥήγνυμι) τοὺς δεσμοὺς*, τὰς γυναῖκας αὖθις ἐξ-ήγ-αγεν (ἐξ-άγω). 
...δια-ρ-ρήξας τοὺς δεσμοὺς*

      ἀπορῶν (ἀπορέω· ἐν ἀπορίᾳ εἰμί) οὖν πρὸς ταῦτα ὁ Πενθεὺς ἦλθε καὶ αὐτὸς εἰς τὰ ὄρη κατά-σκοπος. 

     αἱ δὲ γυναῖκες, ἰδοῦσαι αὐτὸν καὶ μανεῖσαι, δι-έ-σπασαν αὐτὸν κατὰ μέλη*· ἐ-νόμισαν γὰρ αὐτὸν εἶναι θηρίον.

...δι-έ-σπασαν αὐτὸν κατὰ μέλη

No hay comentarios:

Publicar un comentario