Morice, Easy Greek Stories: 26. ὁ Διόνυσος καὶ οἱ λῃσταί

     ὁ θεὸς Διόνυσος τὴν ἄμπελον εὗρε πρῶτος. φασὶ δὲ οἱ μυθολόγοι, ὡς τοὺς εἰς αὐτὸν ἀ-σεβοῦντας (< σέβομαι) ἐκόλαζε, μανίαν ἐμβάλλων. πολλοὶ δὲ ἦσαν οἱ τοιοῦτοι. εἰώθει (εἴωθα· ἐθίζω < ἔθος ) γὰρ ὁ Διόνυσος θνητῷ εἰκασθεὶς (εἰκάζω· μιμέομαι) ἐπὶ γῆς φαίνεσθαι, ὥστε ἔλαθε (λανθάνω) θεὸς ὤν.

λῃστής

      βουλόμενος δέ ποτε εἰς νῆσόν τινα διακομισθῆναι (διακομίζομαι· διαβαίνω) ἐμισθώσατο (μισθοῦμαι· lat. conduco) ἐπὶ τῷ πλῷ τριήρη τινὰ λῃστρικήν. ἐπιβουλεύσαντες τοίνυν αὐτῷ οἱ ναῦται ἔμελλον πλεῖν ἐς τὴν Ἀσίαν, ἵνα πωλήσωσιν αὐτὸν ἐπὶ δουλείᾳ.

     ὁ δὲ θαυμασίῳ τινὶ τρόπῳ δίκην παρ’ ἐκείνων ἔλαβε (δίκην λαμβάνω παρά τινος· ζημιόω, κολάζω τινά). τὸν γὰρ ἱστὸν τῆς νεὼς καὶ τὰς κώπας ἐποίησεν ὄφεις· οἱ δὲ ναῦται μανέντες (μαίνομαι), καὶ ἐς τὴν θάλασσαν ἐκπηδήσαντες (πηδάω· ἅλλομαι, lat. salio), ἐγένοντο δελφῖνες.

Vaso etrusco de figuras negras. s. VI a.C., Toledo Museum of Art, Toledo, Ohio
οἱ δὲ ναῦται... ἐγένοντο δελφῖνες.

Vaso ateniense de figuras negras. s. VI a.C., Staatliche Antikensammlungen, Munich
 

No hay comentarios:

Publicar un comentario