Ζηλοτυπῶν οὖν Ἄρης ἀνεῖλε (ἀναιρέω· ἀποκτείνω) τὸν Ἄδωνιν, λύσιν ἔρωτος τὸν Ἀδώνιδος θάνατον ἡγούμενος.
Luca Giordano, La muerte de Adonis. (Public Domain) |
Μαθοῦσα δὲ τὸ ποιηθὲν ἡ θεὸς ἀμύνειν ἠπείγετο (ἐπείγω· σπουδάζω), καὶ κατὰ σπουδὴν ἐμβαλοῦσα τῷ ρόδῳ, ἀ-σάνδαλος οὖσα, ταῖς ἀκάνθαις τοῦ ῥόδου τὸ ταρσὸν τοῦ ποδὸς περιπείρεται (περιπείρω· περικεντέω), καὶ λευκὸν τὸ ῥόδον πρότερον ὂν, τοῦ ἰχῶρος (ὁ ἰχώρ· ἡ αἷμα τῶν θεῶν) τῆς Ἀφροδίτης ἀπορρύεντος, εἰς ἣν νῦν ὁρᾶται τὴν χρόαν μετέβαλε, καὶ ἔρευθος καὶ εὐωδία αὐτῷ ἔκτοτε (· ἐκ τότε) προσεγένετο.
τὸ ταρσὸν τοῦ ποδὸς |
No hay comentarios:
Publicar un comentario