ὁ μὲν οὖν βουλευτὴς τοσαῦτα εἶπεν, ἀρεσθεὶς (< ἀρέσκω) δὲ ἄρα τούτοις [δηλονότι· λόγοις] ὁ βασιλεὺς, καὶ τὸν ἀγύρτην προς-καλεσά-μενος, ἐ-κέλευσεν αὐτὸν δρᾶν (· ποιεῖν) οἷα ἐκεῖνος εἴρηκεν*.
(*τοῦτ’ἔστιν· πρῶτον μὲν τοῦ τῆς ἀθανασίας πώματος τὸ λοιπὸν κατα-πιεῖν, ἔπειτα δὲ καὶ τὸ κώνειον.)
ὁ δὲ οὐκ ἐ-τόλμα, ἀλλὰ τὸν δήμιον (ὁ δήμιος: ὁ κολάζων τοὺς παρανόμους, σφαγεύς) ἰδὼν (< ὁράω) τρίβοντα* ἤδη τὸ κώνειον, ἤλλαξέ (< ἀλλάττω· μεταβαίνω) τε τὸ χρῶμα, καὶ περί-φοβος γενόμενος προς-έ-πεσε (< πίπτω) πρὸς τὰ τοῦ βασιλέως γόνατα τὴν ὀργὴν παρ-αιτούμενος (τὴν ὀργὴν παραιτοῦμαι· λυταῖς ἀπαλλάττω, ἀμύνω τὴν ὀργὴν).
ὁ δήμιος τρίβει τὸ κώνειον |
«ὁμολογῶ γὰρ, » ἔ-φη, «ὦ βασιλεῦ, ὅτι ἐ-ψευσάμην λέγων τὸ πῶμα ἔχειν δύναμιν τοιαύτην. οὐ μέντοι κακὸν οὐδὲν φάρμακον ἐν αὐτῷ ἐστιν, οὐδὲ ἄλλο οὐδὲν πλὴν ὕδωρ καί τι καὶ οἴνου (cfr. Lat. aliquid vini)».
τοσαῦτα οὖν ἀκούσας ὁ βασιλεὺς ἀπ-έ-λυσε μὲν τὸν βουλευτὴν, τὸν δὲ ἀγύρτην δήσας (< δέω) ἐ-κόλασεν.
No hay comentarios:
Publicar un comentario