Morice, Easy Greek Stories: 55. ἡ Ἀταλάντη καὶ ὁ Μειλανίων

     βουλομένη ἡ Ἀταλάντη παρθένος μένειν, μνηστευθεῖσα (μνηστεύω: lat. procus sum, nuptias ambio) δὲ ὑπὸ  πολλῶν, ἐμηχανήσατο (μηχανάομαι· ἐπιβουλεύω) τοιάδε. στάδιόν τι διεμέτρησεν, ἔπηξε (πήγνυμι) δὲ μέσον αὐτοῦ σκόλοπα τρί-πηχυν·

σκόλοψ πεπηγμένος
     ἔπειτα δὲ ἔδει ἕκαστον τῶν μνηστευόντων θεῖν (θέω· τρέχω) τὸν δρόμον τοῦτον, ἡ δὲ ἐδίωκεν (διώκω· ἕπομαι). ὅσους δὲ καταλάβοι τρέχοντας, θάνατος τούτοις ἡ ζημία (· τιμωρία) ἦν· εἰ δέ τις μὴ ἁλοίη (ἁλίσκομαι ↔ αἱρέω), τούτῳ ἐκείνην γαμεῖσθαι ἔδει. 

     τοὺς μὲν οὖν ἄλλους τῶν μνηστευόντων ῥᾳδίως κατέλαβε, ταχυτῆτι γᾶρ πάντων θνητῶν ὑπερεῖχε (ὑπερέχω· ὑπερβάλλω)· καὶ ἁλόντες αὐτίκα ἐθανατώθησαν.

     νεανίσκος δέ τις, ὀνόματι Μειλανίων, ἦλθεν ἐπὶ τὸν  δρόμον χρυσᾶ τινὰ μῆλα ἐν ταῖς χερσὶν ἔχων, καὶ διωκόμενος ταῦτα ἀπέρριπτεν (ἀπορίπτω· ἀποβάλλω), ἡ δὲ, ἐπισχοῦσα (· ἐπέχω· παύω· παυσάμενος ὀλίγον, εἶτα ἄρχομαι αὖθις) ἵνα ἀναιροῖτο αὐτὰ, οὕτως ἐνικήθη. 


Willem van Herp (ca. 1613/1614–1677), Atalanta and Hippomenes (ca. 1650), National Museum in Warsaw (Public Domain)
 

No hay comentarios:

Publicar un comentario