ὁ Ἀρίων καὶ ὁ δελφίς (cfr Herodoto, I.24)

     Περίανδρος ἐτυράννευε Κορίνθου, οὗ (· ὅπου) διέτριβε Ἀρίων ὁ Μηθυμναῖος (πόλις τις ἐν τῇ Λέσβῳ νήσῳ), ἔνδοξος κιθαρῳδὸς καὶ εὑρετὴς τοῦ διθυράμβου.

      Ἔλεγον δὲ οἱ Κορίνθιοι τὸν Ἀρίονα ἔρχεσθαι ποτε εἰς Ἰταλίαν καὶ Σικελίαν καὶ ἐργάζεσθαι (ἐργάζομαι· κτάομαι) μεγάλα χρήματα, εἶτα δὲ βούλεσθαι ἐπανέρχεσθαι τὴν Κόρινθον.

     Ἐν δὲ τῷ πλῷ οἱ ναῦται ἐπιβουλεύουσι τὸν Ἀρίονα ἐκβάλλειν εἰς θάλατταν καὶ ἔχειν τὰ χρήματα τοῦ κιθαρῳδοῦ. Ὁ δὲ Ἀρίων ηὔχετο χρήματα μὲν ἔχειν, τῆς δὲ ψυχῆς (· ζωής) φείδεσθαι (lat. parcere). Ἀλλ’ οὐκ ἔπειθε τοὺς ναύτας, οἳ ἐκέλευον τῷ Ἀρίονι ῥίπτεσθαι εἰς τὰ κύματα. Ὁ δὲ Ἀρίων πρότερον μὲν ὕμνον ᾖδε (< ᾄδω), ἔπειτα δὲ ἔρριψε ἑαυτὸν εἰς τὴν θάλατταν. Δελφὶς δὲ δέχεται τὸν ποιητὴν καὶ φέρει εἰς Ταίναρον.

ἀκρωτήριον Ταίναρον

     Ὁ δὲ Περίανδρος οὐκ ἐπείθετο τῷ ποιητῇ τῷ λέγοντι τὸ περὶ τοῦ δελφῖνος θαῦμα, μέχρι ἀφίκοντο οἱ ναῦται καὶ ἔλεγον τῷ τυράννῳ τὸν Ἀρίονα περὶ Ἰταλίαν ἔτι εἶναι. 



 

No hay comentarios:

Publicar un comentario