ἡ δὲ ἀλώπηξ ἀκούσασα «νὴ Δία!» ἔφη, «φορτική (Lat. insulsa) γε ἡ σὴ σοφία ἐστὶ, καὶ οὐδενὸς ἀξία.
ἢν (· ἐὰν) δέ μοί τι παρα-μένῃς, ταχέως πάντων αἰλούρων σοφώτατος ἔσει (< εἰμι fut).
διδάξω γάρ σε κλέπτειν τε, καὶ τοῦτο ποιοῦντα μηδέποτε φωρᾶσθαι (↔ ἐξευρεῖν, καταλαβεῖν)·
καὶ τῶν ἄλλων ἐπιστημῶν πασῶν σοι μετα-δώσω, ὅσας-περ (ὅσος· quantus) καὶ αὐτὴ με-μάθηκα.»
περι-χαρὴς οὖν ἐ-γένετο ὁ αἴλουρος, καὶ ἐτοῖμος ἦν πάντα ποιεῖν, ἳνα τῆς τοιαύτης σοφίας μετ-έχῃ·
δια-λεγόμενοι δὲ περὶ τούτων κυσί τισι καὶ θηρευταῖς ἀπροσδοκήτως (· ἐξαίφνης) ἐπ-ε-γένοντο.
κύνες καὶ θηρευταὶ ἐπιγίγνονται τοῖς θηρίοις |
ὁ δὲ αἴλουρος εὐθὺς εἰς δένδρον ἀνα-βὰς ἐ-κέλευσε τὴν ἀλώπεκα τοῖς μυρίοις δόλοις νῦν δὴ χρήσασθαι.
ἡ δὲ, ἁλοῦσα (< αἱρέω· ἐπι-λαμβάνω) ἤδη, ὑπὸ τῶν κυνῶν ἐ-σπαράσσετο (σπαράσσω· Lat. lacero).
No hay comentarios:
Publicar un comentario