ὁ δὲ φὼρ οὐδ’ ὁτιοῦν αἰσχυνθεὶς, «γέλοιόν (· γέλωτος ἄξιος) μου», ἔ-φη, «τὸ ἁμάρτημά ἐστιν. οὐ γὰρ τὸν δεξιὸν ἐ-βουλόμην σοι λέγειν, ἀλλὰ τὸν ἀριστερόν».
μειδιάσας* οὖν ὁ γεωργὸς κατὰ τὸν αὐτὸν τρόπον (Lat. eodem modo) εὐθὺς ἔ-δειξεν, ὅτι οὐδὲ οὗτος τυφλός ἐστιν.
μειδιάω |
ἰδόντες δὲ ταῦτα οἱ περι-στάντες εἰκότως ἐπ-ε-θορύβουν (<θόρυβος· ψόφος καὶ κίνησις. Cast. alboroto).
ἐ-φαίνετο γὰρ πᾶσιν ὁ φὼρ ἐ-ψευσμένος· ὥστε οὐκ ἔχων ὅτι πρὸς ταῦτα ἀντ-είποι, φοβούμενος δὲ μὴ ἀναγκάζοιτο τῆς κλοπῆς δίκην δοῦναι (Lat. dare poenas alicuius criminis: puniri), ᾤχετο (οἴχομαι: ἀπέρχομαι) εὐθὺς ἀπο-δράς (< ἀπο-τρέχω).
ὁ υἱὸς δικὴν δίδωσι τοῖς γονεῦσιν. |
ὁ δὲ γεωργὸς ἐκείνου μὲν ἠμέλησε (< ἀμελέω: nihil curavit de illo), τὸν δὲ ἵππον εἰς τὴν ἑαυτοῦ οἰκίαν ἡσυχῆ (adv.) ἀπ-ήγαγεν.
No hay comentarios:
Publicar un comentario