Morice, Easy Greek Stories: 92. ¿Conviene casarse y tener hijos? (2/2)

... τοσαῦτα δὲ ἐκείνου εἰρηκότος (· ἐπερωτηθεὶς ἐκεῖνον περὶ πάντα), φόβος τις αἰφνιδίως (· ἐξαίφνης, εὐθύς)  τὸν Σόλωνα ἔ-σχε (ἔχω), μὴ ὁ παῖς ἑαυτοῦ εἴη. 

    βραχύ
τι (· οὐ μακρόν) οὖν σιωπήσας, ἐπ-ηρῶτα τὸν ἄνθρωπον, εἰ ὁ πατὴρ ὠνομάζετο Σόλων. 

    καὶ ἐκεῖνος ἀντ-εῖπεν εὐθύς, «νὴ (· οὕτως ἐστιν) τὸν Δία, ὦ ξένε, δοκεῖς μοι μάντις τις εἶναι ὡς ἀληθῶς! αὐτὸ γὰρ τόδε, ὅπερ εἴρηκας, τὸ ὄνομα ἦν· ἐγὼ δέ γε αὐτοῦ ἐπ-ε-λαθόμην (ἐπιλανθάνω· οὐ μνημονεύω)».


    ὁ μὲν οὖν Σόλων πρὸς ταῦτα ἐ-δάκρυσέ τε, καὶ τὴν κεφαλὴν ἑαυτοῦ ἔ-παισε (παίω· κόπτω, πλήσσω).


    γελάσας δὲ αὐτίκα (· εὐθύς) ὁ Θαλῆς, «θάρρει,» ἔ-φη, «ὦ φίλτατε· οὐ γὰρ ἀληθεῖς εἰσιν οἱ λόγοι οὗτοι.


    ἀλλὰ νῦν, οἶμαι, καὶ σὺ ὁμολογήσεις λυσιτελεῖν (· συμφέρειν, χρησιμόν ἐστιν) μὴ παιδοποιεῖσθαι. δῆλοι γάρ εἰσιν οἱ ἄπαιδες πολλῶν κακῶν ἄπειροι (↔ ἔμπειροι cfr ἐμπειρία) ὄντες». (· δῆλόν... ἐστι ὅτι... εἰσίν )


Resultado de imagen de padre e hijo
παιδοποιεῖσθαι

Morice, Easy Greek Stories: 91. ¿Conviene casarse y tener hijos? (1/2)

    Σόλων ποτε καὶ Θαλῆς δι-ε-λέγοντο περὶ εὐδαιμονίας. 

    ἔ-φη οὖν ὁ Θαλῆς βέλτιον εἶναι μὴ γαμεῖν, μηδὲ παῖδας τίκτειν. βουλόμενος δὲ καὶ Σόλωνα τοῦτο πείθειν, τοιάδε ἐ-μηχανήσατο. 


    ἄνθρωπόν τινα παρ-ε-σκεύασε, φάσκοντα «ξένον ἑαυτὸν ὄντα ἐξ Ἀθηνῶν ἀρτίως (· νῦν) ἥκειν (ἥκω· βαίνω perf.)».


    πυνθανομένου (πυνθάνομαι: αἰτέω, ἐρωτάω) δὲ τοῦ Σόλωνος περὶ τῶν ἐκεῖ, ὁ ἄνθρωπος (δε-διδαγμένος (< διδάσκω) ἃ χρὴ λέγειν), «οὐδὲν», ἔ-φη, «καινὸν, πλὴν ὅτι (lat. nihil novi nisi quod) ἐκφορὰ ἦν νεανίσκου τινός (· νεανίσκος τις ἀπέθανεν). ἦν δὲ, ὡς ἔφασαν, υἱός ἐνδόξου τινὸς πολίτου· ὁ δὲ πατὴρ αὐτοῦ οὐ παρ-ῆν, ἀλλὰ πάλαι ἀπ-ε-δήμει (· ἐν τῇ πόλει οὔκ ἦν)».

Resultado de imagen de hijo viuda nain
ἐκφορά


    «ὦ δυστυχὴς ἐκεῖνος!», ἔφη ὁ Σόλων, «τίνα δὲ ὠνόμαζον αὐτὸν;»


     ὁ δὲ ἅνθρωπος, «ἤκουσα», ἔ-φη, «τό ὄνομα, ἀλλ’ οὐ μνημονεύω»...


Morice, Easy Greek Stories: 90. Marido y mujer. Violencia doméstica (3/3)

    «ἀλλ’ οὐ μόνον ταῦτα ποιῶν πειθαρχῶ ὑμῖν (· ὑπακούω ὑμῶν, τῶν ἀρχόντων), ἀλλὰ καὶ ἡδονῆς αὐτῇ καὶ λύπης κοινωνῶ.

    ὅταν γὰρ, βάλλων τὰς μαχαίρας, τυγχάνω αὐτῆς, ἡ μὲν λυπεῖται, ἐγὼ δὲ ἥδομαι. ὅταν δὲ αὖ ἀπο-τυγχάνω (↔ τυγχάνω), ἥδεται μὲν ἐκείνη, ἐγὼ δὲ λυποῦμαι. ὥστε, ταῦτα ποιοῦντες, θαυμασίως ὡς ἡδονῆς τε καὶ λύπης κοινωνοί ἔσμεν.



Resultado de imagen de dar en el blanco
τυγχάνω


    ἀξιῶ οὖν ἐπὶ τούτοις ὑφ’ ὑμῶν μὴ κολάζεσθαι (κολάζω· ζημιόω, τιμωρέω), ἐπ-αινεῖσθαι (ἐπαινέω· ἐγκωμιάζω) δὲ μᾶλλον, ὡς δίκαιος ἀνὴρ ὢν, καὶ τοὺς νόμους δια-φυλάσσων».

    ἀκούσαντες δὲ ταῦτα οἱ ἔφοροι οὐκ ἐ-πείσθησαν· ἀλλὰ καθεῖρξαν (< κατείργω) τὸν ἄνθρωπον ἐν τῷ δεσμωτηρίῳ (ἤγαγον εἰς τὸ δεσμωτήριον), ἵνα, κακὰ καὶ αὐτὸς πάσχων, τὸ λοιπὸν τὴν γυναῖκα μὴ ἀδικοῖ, οὕτως οὖν ἐκεῖνος ἐ-κολάσθη.


Resultado de imagen de bajo rejas

Morice, Easy Greek Stories: 89. Marido y mujer. Violencia doméstica (2/3)

     μετὰ δὲ ταῦτα ὁ ἄνθρωπος πατάξαι (πατάσσω· πλήσσω) μὲν τὴν γυναῖκα οὐκέτι ἐ-τόλμα. λαβὼν δὲ ἀπό τῆς τραπέζης μαχαίρας καὶ κύλικας, ταύτας ἐπ’ ἐκείνην συνεχῶς (συνεχής· οὐδὲν παυόμενος) ἔ-βαλε. ἔτι δὲ ἐ-σπάραξεν  (< σπαράσσω) αὐτῆς τὴν κόμην καὶ τὴν ἐσθῆτα (· ἱμάτια), ὥστε φοβηθεῖσα διὰ ταῦτα πάλιν ὡς τοὺς ἐφόρους ἀπ-έ-δραμεν.

Resultado de imagen de verbo arrancar
σπαράσσω

     ἐλθῶν οὖν αὖθις ἐς κρίσιν ὁ ἄνθρωπος, «ὦ ἔφοροι», ἔ-φη, «θαυμάζω, εἰ τάδε ὑμῖν οὐκ ἀρέσκει (· ἥδεται)· ἐπεὶ, ὅσα ἄρτι ὑμεῖς ἐ-κελεύσατε, ἤδη ποιῶ. οὐκέτι γὰρ τὴν γυναῖκα ῥαπίζω (< ῥαπίς), ἀλλὰ μαχαίρας καὶ κύλικας ἐπ’ αὐτὴν βάλλω. 

Resultado de imagen de vara
ῥαπίς

      ἔτι δὲ καὶ ἐπιμελοῦμαι ὑπὲρ αὐτῆς. ἰδῶν γὰρ αὐτῆς τὴν κόμην καὶ τὴν ἐσθῆτα οὐκ εὖ κοσμηθείσας, ταύτας δι-έ-σπασα (σπάω· σπαράσσω).

Morice, Easy Greek Stories: 88. Marido y mujer. Violencia doméstica (1/3)

     ἄνθρωπός τις Λακεδαιμόνιος, γυναῖκα ἔχων, χαλεπῶς αὐτὴν μετ-ε-χείριζε (χαλεπῶς μεταχειρίζω· ὑβρίζω < ὕβρις· βία καὶ ἀσέβεια), πληγάς τε πολλὰς ἐμ-βάλλων καίπερ οὐδὲν ἀδικούσῃ, καὶ ἄλλα (acc. cogn.) εἰς αὐτὴν ὑβρίζων. 

El que se enoja... no siempre pierde
ἀγανακτῶ· χαλεπαίνω (Crédito)

      αἰσθόμενοι ἄρα τινὲς τῶν πλησίων, οἷα ἡ γυνὴ πάσχει, ἠγανάκτουν (ἀγανακτῶ· χαλεπαίνω)· καὶ τοῖς ἐφόροις τὸ πρᾶγμα ἐ-μήνυσαν (μηνύω· ἐπαγγέλλω). 

     συν-ελθόντες δὲ ἐκεῖνοι ἐ-βουλεύοντο κατα-παῦσαι (< παύω) τὸν ἄνθρωπον τῆς ὕβρεως. πρὸς ταῦτα οὖν ἐπ-έ-βαλον ἐπ’αὐτῷ ζημίαν πολλοῦ ἀργυρίου, καὶ ἐ-κέλευσαν αὐτὸν τὸ λοιπὸν μὴ πατάξαι (πατάσσω· τύπτω, πλήσσω) τὴν γυναῖκα, ἀλλ’ ἐπι-μελεῖσθαι τε ὑπὲρ αὐτῆς, καὶ κοινωνεῖν αὐτῇ ἡδονῆς καὶ λύπης, καθάπερ καὶ οἱ νόμοι κελεύουσι. 

     ταῦτα οὖν ποιήσειν ὑπο-σχόμενος (ὑπισχνέομαι : πίστιν δοὺς ἐπαγγέλλω ποιήσειν τι) ὁ ἄνθρωπος, καὶ τὴν ζημῖαν ἀπο-τίσας (< ἀποτίνω· διαλύω), πάλιν εἰς τὴν ἑαυτοῦ οἰκίαν ἀπ-ῆλθε.

Morice, Easy Greek Stories: 84. Un caballo obtiene justicia (2/2)

συν-αθροισθέντες (ἀθροίζω· συνάγω) τοίνυν εἰς τὸ δικαστήριον, οἱ ἄρχοντες ἐ-κέλευον τὸν ἀδικηθήντα (· ὃς ἄδικα ἔπαθε) παρ-ιέναι κατὰ τὸν νόμον καὶ κατηγορεῖν. 

παρ-ιόντος δὲ οὐδενὸς, ἔ-πεμψαν τὸν γραμματέα σκεψόμενον, τίς τὸ σπάρτον ἐπ-έ-σπασεν. 

ἀφ-ικόμενος οὖν οὗτος, καὶ ἄνθρωπον μὲν οὺδένα εὑρῶν, τὸν δὲ ἵππον μόνον ἑστηκότα πρὸ τῆς θύρας, ἐ-θαῦμασέ τε καὶ τοῖς ἄρχουσι πάντα ἀπ-ήγγειλεν. 

Resultado de imagen de caballo viejo
ὁ γέρων ἵππος


ἀκούσαντες δὲ ἐκεῖνοι ἐ-νόμισαν (νομίζω· λογίζομαι) τὸν ἵππον ἄδικα πάσχειν, ὅς γε, χρήσιμός ποτε γενόμενος τῷ δεσπότῃ, τροφῆς νῦν ἐν τῷ γήρᾳ ἐ-στέρηται· (στερέω· ἀπολαμβάνω). 

καλέσαντες οὖν τὸν ἄνθρωπον ἐ-κέλευσαν αὐτὸν τὸ λοιπὸν τρέφειν τὸν εὐεργέτην κατὰ τὸ προς-ῆκον (· ὡς πρέπει). καὶ ἠπείλησαν (ἀπειλέω· λέγω δράσειν τι κακὸν) ζημιώσειν αὐτὸν χρήμασιν, ἢν (= ἐὰν) τὸ ἐπι-τασσόμενον μὴ ἐπι-τελῇ (ἐπιτελέω· διαπράττω).

Morice, Easy Greek Stories: 83. Un caballo obtiene justicia (1/2)

     ἦν ποτε ἐν πόλει τινὶ κώδων ἐν πύργῳ ἀνα-κρεμασθείς (< κρήμνημι = κρεμάννυμι). νόμος δὲ ἐ-γένετο ἐκ παλαιοῦ τοῖς πολίταις τοὺς ἄδικόν τι παθόντας προς-ιέναι ἐκεῖσε (· πρὸς τὸν πύργον), καὶ τὸ σπάρτον ἐπι-σπᾶν (σπάω· ἕλκω, ἄγω), ὥστε τὸν κώδωνα κινούμενον ψοφεῖν (< ψόφος· lat. strepitus). ἔπειτα δὲ ἔ-δει τοὺς ἄρχοντας συν-ἔρχεσθαι εὐθὺς εἰς τὸ δικαστήριον, καὶ τὸ πρᾶγμα ἀκούσαντας δικάζειν.
Resultado de imagen de torre con campana y cuerda
ὁ κώδων ἀνακρέμασι ἐν πύργῳ.

Resultado de imagen de cuerda de esparto
τὸ σπάρτον

      ἄνθρωπος δέ τις τῶν πολιτῶν ἵππον ἔχων, τοῦτον οὐκ ἤθελε γηράσαντα τρέφειν, ἀλλὰ λύσας αὐτὸν ἀπὸ τῆς φάτνης ἀπ-ήλασεν (< ἐλαύνω).

     πλανώμενος οὖν ὁ ἵππος περὶ πᾶσαν τὴν πόλιν τέλος εἰς τὸν πύργον ἐφ-ίκετο. προς-ελθῶν δὲ ἐνταῦθα πρὸς τὴν θύραν, καὶ τὸ σπάρτον ἰδὼν, ἤρξατο αὐτὸ τρῶγειν διὰ λιμὸν, ὁ δὲ κώδων εὐθὺς ἐ-ψόφησεν.

Morice, Easy Greek Stories: 82. Gratitud de un delfín

     Κοίρανος ὁ Μιλήσιος ἁλιέας τινὰς εἶδέ ποτε, δελφῖνα τῷ δικτύῳ λαβόντας, καὶ μέλλοντας αὐτὸν κατα-κόψειν (< κόπτω).
Resultado de imagen de delfín

     προς-ελθῶν οὖν τούτοις ἀργῦριον ἐ-δίδου, καὶ πριάμενος τὸν δελφῖνα ἀφ-ῆκεν (· βάλλω) αὐτὸν πάλιν εἰς τὴν θάλασσαν.

     μετὰ δὲ ταῦτα πλοῦν ποιούμενος ὁ Κοίρανος ναυαγίᾳ (< ναυαγέω· καταδύω) ἐ-χρήσατο, καὶ οἱ μὲν ἄλλοι πάντες ἀπ-ε-πνίγησαν (πνίγω· πνίγονται τῇ θαλάττη οἱ καταδύντες)· τὸν δὲ Κοίρανον δελφὶς ἀπροσδοκήτως (· ἐξαίφνης) παραγενόμενος ἔ-σωσε.

     γηράσας δὲ ὕστερον ὁ ἅνθρωπος ἐν τῇ ἑαυτοῦ πατρίδι ἐ-τελεύτησεν. ἡ δὲ ἐκφορὰ (< ἐκφρω εἰς θάπτειν) αὐτοῦ ἐν αὐτῷ τῷ αἰγιαλῷ κατὰ τύχην ἐ-γένετο.

     ἐ-φάνη οὖν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ πλῆθος πολὺ δελφίνων ἐν τῷ λιμένι, συνακολουθούντων τοῖς τὸν νεκρὸν ἐκ-φέρουσιν, ὡσεὶ συν-εκ-φερόντων αὐτὸν, καὶ συγ-κλαιόντων (κλαίω· δαρκύω).

El inicio de la Iliada

      Ὁ Χρύσης, ἱερεὺς τοῦ Ἀπόλλωνος, προσέρχεται τῷ τῶν Ἀχαιῶν στρατοπέδῳ καὶ ἱκετεύει τοὺς βασιλέας λύειν τὴν θυγατέρα καὶ φέρει δῶρα τοῖς βασιλεῦσιν.

Imagen relacionada



     Οἱ μὲν ἄλλοι Ἀχαιοὶ κελεύουσι δέχεσθαί τε τὰ δῶρα καὶ λύειν τὴν παρθένον, ὁ δ’ Ἀγαμέμνων ὑβρίζει τὸν γέροντα καὶ φοβεραῖς ἀπειλαῖς (lat. minae, ἀπειλή· ὅ λέγει τις ὑπισχνούμενος κακόν τι δώσειν) ἀπελαύνει τοῦ στρατοπέδου.

     Ὁ δὲ ἱερεὺς φόβῳ μὲν πείθεται τῷ βασιλεῖ καὶ ἀπέρχεται , ἔπειτα δὲ εὔχεται τὸν θεὸν κολάζειν τοὺς Ἀχαιούς. Ὁ δὲ Ἀπόλλων ἀκούει τοῦ ἱερέως τῆς εὐχῆς καὶ λοιμὸν (lat. pestis) πέμπει τοῖς Ἕλλησι.

      Λέγει γὰρ Ὅμηρος τὸν θεὸν καταβαίνειν τοῦ Ὀλύμπου καὶ καθίζεσθαι ἐγγὺς τῶν νεῶν καὶ βάλλειν τοῖς τόξοις πρῶτον μὲν τοὺς ὀρέας (ὀρεύς· ἡμίονος) καὶ τοὺς κύνας, ἔπειτα δὲ καὶ τοὺς στρατιώτας καὶ ἐν τῷ στρατοπέδῳ τὰς πυρὰς καίεσθαι συχνάς (συχνός· πολύς).

El cerdo, animal impuro para los egipcios (cfr Hdt 2.47)

     Οἱ Ἀιγύπτιοι τὸν ὗν μιαρὸν (· ἀκάθαρον) ζῷον ἐνόμιζον καὶ ἐφυλάττοντο ἅπτεσθαι· ἤν (ἐὰν) δὲ τις ψαύσῃ (ψαύω· ἅπτομαι) ἀπὸ τύχης, ὁ νόμος προσέταττε βάπτεσθαι τό τε σῶμα καὶ τὰ ἱμάτια εἰς τὸν Νεῖλον καὶ οὕτω καθαίρεσθαι.

     Οἱ δὲ συβῶται (< σῦς + βόσκω) εἰς τὰ ἱερὰ οὐκ εἰσήρχοντο οὐδὲ γάμους ἐποιοῦντο μετὰ τῶν ἄλλων Ἀιγυπτίων.

     Τοῖς μὲν ἄλλοις θεοῖς θύειν ὗς ἀνόσιον (· ἄδικον) ἐνόμιζον οἱ Ἀιγύπτιοι, Σελήνῃ δὲ καὶ Διονύσῳ μόνοις ἔθυον. Καὶ τῇ μὲν Σελήνῃ ἐν ταῖς πανσελήνοις [ὥραις] ἔσφαζον (< σφαγή· lat. iugulum) τὸν ζῷον καὶ ἔθυον καὶ τὰ κρέα ἤσθιον. Τῷ δὲ Διονύσῳ τῇ πρὸ τῆς ἑορτῆς ἡμέρᾳ ἠγόραζον χοῖρον (· σμικρὸν ὗν)  καὶ ἔσφαζον μὲν πρὸ τῶν θυρῶν, οὐκ ἤσθιον δὲ, ἀλλ’ αὐτίκα τοῖς συβώταις ἐκέλευον ἀποφέρεσθαι.



     Οἱ δὲ πένητες ὑπ’ἀσθενείας βίου σταιτίνας ὗς ἔπλαττον καὶ ἧψον (< ἕψω) καὶ ἔθυον τῇ τε Σελήνῃ καὶ τῷ Διονύσῳ. 

Resultado de imagen de cerdito de cerámica grecia
σταίτινος ὗς


 

Ulises y Polifemo

     Κύκλωπες, γένος ἄγριον καὶ ὠμόν (· οὐχ ἥμερος), ᾤκουν (< οἰκέω) ἄντρα παρὰ τῇ θαλάσσῃ ἐν τῇ πρὸς ἕω (· πρὸς ἀνατολάς) ἀκτῇ τῆς Σικελίας νήσου. Καὶ εἶχον μὲν δεινὴν ἰσχὺν σώματος, μονόφθαλμοι δὲ ἦσαν. Ποιμένες δὲ ἦσαν καὶ ἀπὸ οἰῶν (· προβάτων) καὶ ἰχθύων κρέως ἐβιότευον. Κύριοι δὲ ἦσαν τῶν ὀρῶν καὶ τῶν ναπῶν (τὸ νάπος· ὀρεινὸς ὑλώδης τόπος).

 Ὀδυσσεύς ποτε ἧκε εἰς τὴν τῶν Κυκλώπων χώραν σὺν ἑταίροις καὶ εἰσήλθε εἰς τὸ τοῦ Πολυφήμου ἄντρον, Ποσειδῶνος υἱοῦ, καὶ ἔφερε δῶρα ξενίας τῷ Κύκλωπι οἴνου ἀσκόν. Ὁ δὲ ἀνόσιος (
· ἀσεβές) Πολύφημος οὐκ ἐσέβετο τοὺς ξένους καὶ συνέκλειε τὸν Ὀδυσσέα σὺν τοῖς ἑταίροις ἐν τῷ ἄντρω, ἐνίους δὲ καὶ ἀπέκτεινε καὶ ἤσθιεν.

Resultado de imagen de odre
ὁ ἀσκός


Ὁ δὲ δολερὸς (< δόλος) Ὀδυσσεὺς παρῆγε τὸν Πολύφημον ὧδε· προσφέρει γὰρ οἶνον τῷ Κύκλωπι· ὁ δὲ Κύκλωψ πίνει καὶ μηθύσκεται καὶ εἰς ὕπνον πίπτει. Ὁ δὲ Ὀδυσσεὺς μοχλῷ διαπύρῳ τὸν τοῦ Πολυφήμου ὀφθαλμὸν διαφθείρει καὶ ἐκφεύγει τὸν ἄντρον σὺν τοῖς ἑταίροις.

Resultado de imagen de ulises y polifemo



La virtud crece con el ejercicio, decrece sin él (cfr Xen. Mem. 1.2.19-21)

     Πολλοὶ τῶν φασκόντων φιλοσοφεῖν λέγουσιν ὅτι ἀδύνατόν ἐστι τὸν δίκαιον ἄδικον γίγνεσθαι, οὐδὲ τὸν σώφρονα ὑβριστήν.

     Ἐγὼ δὲ περὶ τούτων οὐχ οὕτω γιγνώσκω· ὁρῶ γὰρ ὥσπερ τὰ τοῦ σώματος ἔργα τοὺς μὴ τὰ σώματα ἀσκοῦντας (ἀσκέω· μελετάω· ποιῶ τι πολλάκις, ἵνα ἔμπειρος γίγνωμαι) οὐ δυναμένους ποιεῖν, οὕτω καὶ τὰ τῆς ψυχῆς ἔργα τοὺς μὴ  τὴν ψυχὴν ἀσκοῦντας οὐ δυναμένους ποιεῖν· οὔτε γὰρ ἃ δεῖ πράττειν δύνανται πράττειν, οὔτε ὧν δεῖ ἀπέχεσθαι δύνανται ἀπέχεσθαι.

Resultado de imagen de sócrates


     Δι’ ὅ (διὸ· διὰ τοῦτο) καὶ τοὺς υἱοὺς οἱ πατέρες, κἂν (· καὶ ἐὰν) ὦσι σώφρονες οἱ υἱοί, ὅμως ἀπὸ τῶν πονηρῶν ἀνθρώπων εἴργουσιν (εἴργω· ἀμύνω), ὅτι ἡ μὲν τῶν χρηστῶν  (χρηστός ἐστιν ὁ μὴ ἀδικῶν μηδένα, ἀγαθός) ὁμιλία ἄσκησίς (cfr ascesis) ἐστι τῆς ἀρετῆς, ἡ δὲ τῶν πονηρῶν [ὁμιλία] κατάλυσις [τῆς ἀρετῆς].

     Ὁρῶ γὰρ ὥσπερ τῶν ἐν μέτρῳ ἐπῶν τοὺς μὴ μελετῶντας ἐπιλανθανομένους, οὕτω καὶ τῶν διδασκαλικῶν λόγων τοῖς ἀμελοῦσι (ἀμελέω τούτου, οὐ μηδέν μοι μέλει) λήθην ἐγγιγνομένην.

El cántico de las creaturas (cfr Dn 3, 56-90)

Εὐλογεῖτε, ἄγγελοι κυρίου, τὸν κύριον.
Εὐλογεῖτε, οὐρανοί, τὸν κύριον.
Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, τὸν κύριον.
Εὐλογεῖτε, δρόσοι (lat. rores) καὶ νιφετοί (
νιφετός: χιών), τὸν κύριον.

Εὐλογεῖτε, ἀστραπαὶ (lat. fulgures) καὶ νεφέλαι, τὸν κύριον.

Resultado de imagen de paisaje natural



Εὐλογείτω, ἡ γῆ, τὸν κύριον.
Εὐλογεῖτε, πηγαὶ, τὸν κύριον.
Εὐλογεῖτε, θάλασσαι καὶ ποταμοί, τὸν κύριον.
Εὐλογεῖτε, τετράποδα καὶ θηρία τῆς γῆς, τὸν κύριον.
Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, τὸν κύριον.
Εὐλογεῖτε, δοῦλοι κυρίου, τὸν κύριον.