Ἐγὼ δὲ περὶ τούτων οὐχ οὕτω γιγνώσκω· ὁρῶ γὰρ ὥσπερ τὰ τοῦ σώματος ἔργα τοὺς μὴ τὰ σώματα ἀσκοῦντας (ἀσκέω· μελετάω· ποιῶ τι πολλάκις, ἵνα ἔμπειρος γίγνωμαι) οὐ δυναμένους ποιεῖν, οὕτω καὶ τὰ τῆς ψυχῆς ἔργα τοὺς μὴ τὴν ψυχὴν ἀσκοῦντας οὐ δυναμένους ποιεῖν· οὔτε γὰρ ἃ δεῖ πράττειν δύνανται πράττειν, οὔτε ὧν δεῖ ἀπέχεσθαι δύνανται ἀπέχεσθαι.
Δι’ ὅ (διὸ· διὰ τοῦτο) καὶ τοὺς υἱοὺς οἱ πατέρες, κἂν (· καὶ ἐὰν) ὦσι σώφρονες οἱ υἱοί, ὅμως ἀπὸ τῶν πονηρῶν ἀνθρώπων εἴργουσιν (εἴργω· ἀμύνω), ὅτι ἡ μὲν τῶν χρηστῶν (χρηστός ἐστιν ὁ μὴ ἀδικῶν μηδένα, ἀγαθός) ὁμιλία ἄσκησίς (cfr ascesis) ἐστι τῆς ἀρετῆς, ἡ δὲ τῶν πονηρῶν [ὁμιλία] κατάλυσις [τῆς ἀρετῆς].
Ὁρῶ γὰρ ὥσπερ τῶν ἐν μέτρῳ ἐπῶν τοὺς μὴ μελετῶντας ἐπιλανθανομένους, οὕτω καὶ τῶν διδασκαλικῶν λόγων τοῖς ἀμελοῦσι (ἀμελέω τούτου, οὐ μηδέν μοι μέλει) λήθην ἐγγιγνομένην.
No hay comentarios:
Publicar un comentario