Οἱ μὲν ἄλλοι Ἀχαιοὶ κελεύουσι δέχεσθαί τε τὰ δῶρα καὶ λύειν τὴν παρθένον, ὁ δ’ Ἀγαμέμνων ὑβρίζει τὸν γέροντα καὶ φοβεραῖς ἀπειλαῖς (lat. minae, ἀπειλή· ὅ λέγει τις ὑπισχνούμενος κακόν τι δώσειν) ἀπελαύνει τοῦ στρατοπέδου.
Ὁ δὲ ἱερεὺς φόβῳ μὲν πείθεται τῷ βασιλεῖ καὶ ἀπέρχεται , ἔπειτα δὲ εὔχεται τὸν θεὸν κολάζειν τοὺς Ἀχαιούς. Ὁ δὲ Ἀπόλλων ἀκούει τοῦ ἱερέως τῆς εὐχῆς καὶ λοιμὸν (lat. pestis) πέμπει τοῖς Ἕλλησι.
Λέγει γὰρ Ὅμηρος τὸν θεὸν καταβαίνειν τοῦ Ὀλύμπου καὶ καθίζεσθαι ἐγγὺς τῶν νεῶν καὶ βάλλειν τοῖς τόξοις πρῶτον μὲν τοὺς ὀρέας (ὀρεύς· ἡμίονος) καὶ τοὺς κύνας, ἔπειτα δὲ καὶ τοὺς στρατιώτας καὶ ἐν τῷ στρατοπέδῳ τὰς πυρὰς καίεσθαι συχνάς (συχνός· πολύς).
No hay comentarios:
Publicar un comentario