Morice, Easy Greek Stories: 89. Marido y mujer. Violencia doméstica (2/3)
μετὰ δὲ ταῦτα ὁ ἄνθρωπος πατάξαι (πατάσσω· πλήσσω) μὲν τὴν γυναῖκα οὐκέτι ἐ-τόλμα. λαβὼν δὲ ἀπό τῆς τραπέζης μαχαίρας καὶ κύλικας, ταύτας ἐπ’ ἐκείνην συνεχῶς (συνεχής· οὐδὲν παυόμενος) ἔ-βαλε. ἔτι δὲ ἐ-σπάραξεν (< σπαράσσω) αὐτῆς τὴν κόμην καὶ τὴν ἐσθῆτα (· ἱμάτια), ὥστε φοβηθεῖσα διὰ ταῦτα πάλιν ὡς τοὺς ἐφόρους ἀπ-έ-δραμεν.
|
σπαράσσω |
ἐλθῶν οὖν αὖθις ἐς κρίσιν ὁ ἄνθρωπος, «ὦ ἔφοροι», ἔ-φη, «θαυμάζω, εἰ τάδε ὑμῖν οὐκ ἀρέσκει (· ἥδεται)· ἐπεὶ, ὅσα ἄρτι ὑμεῖς ἐ-κελεύσατε, ἤδη ποιῶ. οὐκέτι γὰρ τὴν γυναῖκα ῥαπίζω (< ῥαπίς), ἀλλὰ μαχαίρας καὶ κύλικας ἐπ’ αὐτὴν βάλλω.
|
ῥαπίς |
ἔτι δὲ καὶ ἐπιμελοῦμαι ὑπὲρ αὐτῆς. ἰδῶν γὰρ αὐτῆς τὴν κόμην καὶ τὴν ἐσθῆτα οὐκ εὖ κοσμηθείσας, ταύτας δι-έ-σπασα (σπάω· σπαράσσω).
No hay comentarios:
Publicar un comentario