Zouke, Anagnostikon: 54. Λόγοι Ξενοφῶντος (cfr Xen., Anab. 3.2)

    Τοῖς ῞Ελλησι Ξενοφῶν ἀνακοινοῦται (ἀνακοινέομαι· συμβουλεύομαι ) τάδε· «Ἄνδρες, ὅτε οἱ ἡμέτεροι στρατηγοὶ ἔ-ζων, οἱ βάρβαροι ἐθυμοῦντο (θυμοῦμαι· ἀγανακτέω) μὲν ἡμῖν, ὅτι ἐ-καρπούμεθα (· καρπὸν λαμβάνομεν) τὴν ἐκείνων χώραν, οὐδεὶς δ’ἐτόλμα ἐναντιοῦσθαι  (· μάχεσθαι) ἡμῖν· ἠξίουν γὰρ ἡμεροῦν ἡμᾶς, ἵνα ἡ χώρα αὐτῶν μὴ δῃοῖτο (δηιόω· πορθέω, φθείρω). Παντὶ δὲ τρόπῳ ἐδήλουν τοῦτο. ᾽Επεὶ δ᾽ οἱ στρατηγοὶ ἀπέθανον δόλῳ, ἀξιοῦσι ταπεινοῦν καὶ χειροῦσθαι ἡμᾶς. Διὸ κυσὶν (<
κύων) ὁμοιούμενοι ἐπ-ακολουθοῦσιν ἡμῖν δηλοῦντες ὅτι καιρὸν ἀναμένουσιν, ἵνα ἡμῖν ἐπιπέσωσιν (<ἐπι-πίπτω). ῾Ημεῖς δ’ αἰσθανόμενοι ταῦτα ἀντι-φυλαττόμεθα καὶ ἄγομεν διὰ πολεμίας καρπούμενοι τῶν ἐκ τῆς χώρας. Ἵνα δὲ ἀσφαλέστατα πορευώμεθα, ἐλευθερώμεθα τῶν σκευοφόρων (< σκεῦος· lat. impedimenta) πρῶτον καὶ πλαίσιον (· τετράγωνος τάξις στρατεύματος) τῶν ὁπλιτῶν ποιώμεθα· εἶτα δέ, εἰ γεφυροῖμεν* τὸν πρὸ ἡμῶν ποταμὸν φοίνιξιν*, περαιοίμεθα ἂν ῥᾳδίως εἰς τὴν ἔναντι χώραν, ἣ ἐπιτηδείων πληροῦται.

Resultado de imagen de puente sobre río
γεφυρῶ τὸν ποταμόν

Imagen relacionada
φοῖνιξ 

     ᾽Ενταῦθα, ἐὰν χειρώμεθα (χείρομαι· ὑποτάττω) τοὺς οἰκοῦντας καὶ δῃῶμεν τοὺς ἀγρούς, ἕξομεν ἱκανὰ τὰ ἐπιτήδεια. Κληρῶμεν (< κλῆρος· lat. sors) οὖν τοὺς νῦν στρατηγοὺς καὶ τούτοις ἑπώμεθα. ῾Υμεῖς δ’ οἱ στρατιῶται ἔργῳ βεβαιοῦτε καὶ δηλοῦτε τὴν πρὸς αὐτοὺς εὐπείθειαν (< πείθομαι : ὑπακούω). ᾽Εὰν δέ τις ἀ-πειθῆ, ζημιούσθω (ζημιόω· κολάζω) αὐστηρῶς ».
    Ταῦτα εἶπεν. Οἱ δὲ στρατιῶται ἐπεκύρουν (ἐπικυρόω· lat. approbo) τοὺς λόγους,  καὶ ἐποίουν οὕτω.

No hay comentarios:

Publicar un comentario