Zouke, Anagnostikon: 49. Λόγος Κύρου τοῦ πρεσβυτέρου πρὸς τοὺς στρατιώτας

Κῦρος ὁ πρεσβύτερος*  στρατεύων ἐπὶ Λυδίαν τοὺς στρατιώτας ὧδε ἐθάρρυνεν (θαρρύνω < τὸ θάρρος*)·

ἡ Λυδία, χώρα τῆς Ἀσίας (Imagen: Wikipedia)


 «Ἄνδρες φίλοι, γιγνώσκετε δήπου ὅτι ὑμᾶς καὶ ἀγαπῶ καὶ τιμῶ, ἐπεὶ καὶ ὑμεῖς τιμᾶτε καὶ ἀγαπᾶτέ με. ᾽Εκ παίδων ἠγάπων καὶ ἐτίμων ὑμᾶς· ἑώρων (< ὁράω) γὰρ ὅτι ἐγκρατεῖς εἴητε εἰς τὸ πεινῆν καὶ διψῆν· οὐδεὶς γὰρ ὑμῶν ἔπινεν, εἰ μὴ διψῴη (ἐὰν τις ἐθέλῃ μὲν πίνειν, δύνηται δὲ μή, οὗτος διψῇ), οὐδ’ ἤσθιεν, εἰ μὴ πεινῴη (πεινῇ ὁ μὴ ἔχων μηδὲν ὥστε φαγεῖν, ἐθέλων δὲ φαγεῖν). Πρὸς δὲ λογίζομαι ὅτι ἐτολμᾶτε πάντα κίνδυνον ὑπομένειν καὶ πάντα τρόπον ηὑρίσκεσθε, ὥστε ἐργάται ἀγαθῶν ἔργων γενέσθαι.  Ὁμοίως δὲ καὶ νῦν ὁρῶ ὅτι τὰ πολεμικὰ ἀγαθοὶ (· ἀγαθοὶ ἐν τοῖς πολεμικοῖς) ἄνδρες  ἐστέ· τοὺς γὰρ πόνους τοῦ ζῆν ὑπομένετε, ἐν δὲ τοῖς κινδύνοις οὐκ ἀπο-δειλιᾶτε (< δειλιάω: φοβέομαι), οὐδέποτε δ’ ὁ ὕπνος νικᾷ ὑμᾶς. ᾽Εὰν οὖν καὶ νῦν μὴ ἀποδειλιῶμεν, βεβαίαν τὴν νίκην ἕξομεν. ῾Ορμῶμεν (· προσβάλλωμεν) οὖν προθύμως ἐπὶ τοὺς πολεμίους· οὕτω νικῷμεν ἂν αὐτούς. ᾽Εγὼ δ’ ἂν ὑμᾶς ὁρῶ τολμῶντας, ἀγαθὸς ἡγεμὼν ἔσομαι καὶ ἀμείψομαι (ἀμείβομαι: ‘recompensar’) ὑμᾶς. Τολμᾶτε οὖν καὶ νικᾶτε τοὺς πολεμίους· οὕτω τιμῷτε ἂν τὴν πατρίδα».

Ταῦτ’ εἰπὼν ἔθυσε τοῖς θεοῖς καὶ εὐθὺς ἐπὶ τὴν Λυδίαν ἦγε τὴν στρατιάν.


*  Κῦρος, ὁ τῶν Περσῶν βασιλεύς (ca. 559-530 a. C.)

*θάρρος, τό : confianza (de quien no está en peligro)
τόλμα ἡ: audacia
θρασύτης ἡ : temeridad



Cfr Xen. Cyrop. 1.5.7 ss.

No hay comentarios:

Publicar un comentario