αἱ πύλαι καὶ
τὰ τῆς πόλεως τείχη
|
Μειδίας δὲ προ-αισθόμενος κακὰ τοῖς ἑαυτοῦ λέγει τῷ Δερκυλίδᾳ· « ᾽Εγώ, ὦ Δερκυλίδα, ἀπέρχομαι οἴκαδε παρασκευάσων ξένιά σοι καὶ τοῖς σοῖς στρατιώταις ».
Δερκυλίδας μέντοι λέγει· « Οὐ μὰ Δία· αἰσχρὸν (· κακόν, οὐ καλὸν ἰδεῖν) γὰρ ξενίζεσθαι ἐμὲ καὶ τοὺς ἐμοὺς στρατιώτας ὑπὸ σοῦ καὶ τῶν ὑμετέρων· ἡμεῖς γὰρ ἐθύσαμεν τῇ θεᾷ· μένε παρ’ ἡμῖν. ῞Εως δ’ ἂν τὸ δεῖπνον ὑπὸ τῶν ἡμετέρων παρασκευάζηται, ἐγὼ καὶ σὺ τὰ δίκαια διασκεψόμεθα (<δια-σκοπέω)».
᾽Επεὶ δ’ ἐκαθέζοντο, λέγει Δερκυλίδας· «Οἱ ἡμέτεροι, ὦ Μειδία, καταλείπουσι τὴν σφετέραν οὐσίαν τοῖς ἑαυτῶν υἱοῖς· ὑμεῖς δὲ καὶ οἱ ὑμέτεροι τί πράττετε; Σὲ ὁ πατὴρ ἄρχοντα τοῦ σοῦ οἴκου κατέλιπε καὶ τῶν σῶν οἰκιῶν καὶ νομῶν».
«Μάλιστα», εἶπεν ὁ Μειδίας.
Καταλέγοντος δὲ Μειδίου τὰ κτήματα ἀπέγραφον οἱ περὶ Δερκυλίδαν. ᾽Επεὶ δ᾽ ἀπεγέγραπτο πάντα, λέγει ὁ Δερκυλίδας· «Μανία δὲ τίνος ἦν;»
Οἱ δὲ παρόντες εἶπον «Φαρναβάζου*».
«Οὐκοῦν», εἶπεν ὁ Δερκυλίδας, «καὶ τὰ ἐκείνης ἡμέτερα ἂν εἴη, ἐπεὶ νικηταί ἐσμεν».
Οὕτω Δερκυλίδας, τὸν τῆς Μανίας θάνατον ἔχων αἰτίαν*, τὴν ἀρχὴν τὸν Μειδίαν ἀφείλετο (< ἀφ-αιρέω ) καὶ κύριος τῆς Αἰολίδος ἐγένετο.
_________________
* Μειδίας, γαμβρός τῆς Μανίας, σατράπου Ἀιολίδος. ταύτην φονεύσας παρέλαβε τὴν σατραπείαν.
* Γέργις, ὄνομα πόλεως. Γεργίθιος ὁ πολίτης
* Δερκυλίδας, στρατηγὸς τῶν Σπαρτιατῶν
* Φαρνάβαζος, σατράπης τοῦ Δασκυλίου
* εὑρίσκων τὸν αἴτιον τοῦ τῆς Μανίας φόνου, τοῦτ’ ἔστιν, Μειδίαν
cfr. Xen. Hell. 3.1.15-28
No hay comentarios:
Publicar un comentario