Zouke, Anagnostikon: 64. Μαρδόνιος πρὸς ῎Αθηναίους

    Μαρδόνιος*  μέλλων ἐκ Θετταλίας ἐμβαλεῖν (sc. στρατὸν) εἰς τὴν ῾Ελλάδα ἔπεμψεν Ἀθηναίοις πρέσβεις ἀγγελοῦντας τοῦτο.

    Οὗτοι παραγενόμενοι εἰς τὴν ἐκκλησίαν τοῦ δήμου εἶπον· «Ἄνδρες Ἀθηναῖοι, Μαρδόνιος ὑπισχνεῖναι (ὑπισχνέομαι : πίστιν δοὺς ἐπαγγέλλω ποιήσειν τι) ὑμῖν ἀνοικοδομήσειν (ἀνά•οἰκοδομέω) τὰ τείχη καὶ τὰ ἱερὰ καὶ τὴν πόλιν καὶ κυρίους τῆς ῾Ελλάδος ποιήσειν ὑμᾶς, εἰ μὴ ἀμυνεῖσθε (· ἀποκρούω) αὐτόν· εἰ δὲ μή, ἐμβαλεῖ εἰς τὴν Ἀττικὴν καὶ φθερεῖ (· ἀπόλλυμι, ἀφανίζω) αὐτὴν πρῶτον. Τί ἀποκρινεῖσθε αὐτῷ;»

Greek-Persian duel.jpg
Procedencia de la imagen: https://es.wikipedia.org/wiki/Guerras_m%C3%A9dicas

     Τοῖς δ’ Ἀθηναίοις μέλλουσιν ἀποκρινεῖσθαι οἱ παρόντες Λακεδαιμόνιοι εἶπον· « Καὶ ἡμεῖς ἥκομεν, ὦ Ἀθηναῖοι, σημανοῦντες τὰ ὑπὸ τῆς πόλεως παραγγελλόμενα. Πρὸς θεῶν, μὴ πείθεσθε τοῖς τούτων λόγοις (πείθομαί τινι = ὑπακούω τινός)· Εἰ ἐμμενεῖτε (ἔμμενω· μένω σταθερῶς) τῇ ῾Ελλήνων συμμαχίᾳ, ἀπὸ κοινοῦ ἀμυνούμεθα τοὺς πολεμίους, ὡς πέρυσι (· ἐν τῷ παρελθόντι ἔτει), καὶ ἐλευθέραν τὴν ῾Ελλάδα ποιήσομεν. ῾Ορᾶτε (· προσέχετε), ὅπως ἀποκρινεῖσθε τῷ Μαρδονίῳ, ὡς προσήκει τοῖς ῞Ελλησιν».

    Οἱ δ’ Ἀθηναῖοι Μαρδονίῳ μὲν λέγουσιν ὅτι, ἕως ἂν ὁ ἥλιος τὴν αὐτὴν ὁδὸν πορεύηται, οὐδέποτε καταλείψουσι τοὺς ῞Ελληνας, ἀλλ’ ἀμυνοῦνται αὐτὸν πάσῃ δυνάμει, πρὸς δὲ τοὺς Λακεδαιμονίους ὅτι ἐμμενοῦσι τῇ συμμαχίᾳ καὶ οὐδέποτε ἐπιτρέψουσι (ἐπιτρέπω· ἐάω) τὴν ῾Ελλάδα ὑπὸ τοῖς πολεμίοις γενέσθαι.

* Μαρδόνιος, στρατηγὸς τῶν Περσικῶν ἐν τοῖς Μηδικοῖς πολέμοις


No hay comentarios:

Publicar un comentario