πρὸς ταῦτα οὖν ὀργισθεὶς ὁ πένης εἰς-άγει τὸν ἔμπορον πρὸς τοὺς ἄρχοντας.
ἐ-γένετο τοίνυν ἀνάκρισις (Lat. inquisitio), καὶ ὁ μὲν πένης τὸ πρᾶγμα δι-ηγήσατο, λέγων, ὅτι τό τε βαλλάντιον καὶ τὰ ἐν-όντα ἐν αὐτῷ πάντα ἀπο-δέ-δωκεν.
ἀνάκρισις · ἐξέτασις ὑφ’ ἑκάστης ἀρχῆς γινομένη πρὸ τῶν δικῶν |
ὁ δὲ ἔμπορος ἔ-φασκεν αὖ, ὡς ἐν-ῆν ἐν τῷ βαλλαντίῳ σάπφειρος, καὶ τὰ μὲν ἄλλα ἀπο-δέδοται, ἐκείνη δὲ οὔ.
ἐρωτηθεὶς δὲ ποία τε ἦν ἡ σάπφειρος, καὶ πόθεν αὐτὴν κέ-κτηται (κτάομαι· διαπράττω, εὑρίσκω), οὐ δι-ε-τέλει (διατελέω· διάγω) τὰ αὐτὰ συνεχῶς (· διά παντός) ἀπο-κρινόμενος͵ ἀλλὰ φανερὸς ἦν πᾶσι ψευδῆ λέγων.
No hay comentarios:
Publicar un comentario