ὁ δὲ Σωκράτης ἐπ-ε-θάρσυνεν αὐτὸν (· θάρσε!), λέγων τοιάδε.
«ὦ φίλε, τί ἀ-θυμεῖς ; οὐ γὰρ δὴ δέ-δοικας ἐκεῖνον τὸν σκυτοτόμον» — εἰπὼν τὸ ὄνομα τοῦ ἀνθρώπου,— «ἀλλὰ κατα-φρονεῖς αὐτοῦ (·φαῦλον, ἁπλοῦν νομίζεις ), εἰκότως (lat. ut par est), δῆλον γὰρ ὅτι σοι τὸ γένος πολὺ λαμπρότερόν ἐστιν ἢ ἐκείνῳ. ἔτι δὲ ἐκεῖνον τὸν κήρυκα οὐ δέ-δοικας, οὐδὲ ἐκεῖνον αὖ τὸν κεραμεά».
σκυτοτόμος |
ὁ δὲ Ἀλκιβιάδης πρὸς ταῦτα ἔ-φη, ὅτι ἐκείνους μὲν οὐ δέ-δοικεν, ἀλλὰ τὸν δῆμον.
ὑπο-λαβὼν (ὑπολαμβάνω· ἀποκρίνομα) δὲ ὁ Σωκράτης, «οὐκοῦν (· τοίνυν)» ἔ-φη, «ὁ δῆμος ἐκ τούτων ἤθροισται (· συλλέγεται) καὶ εἰ κατα-φρονεῖς τῶν καθ’ ἕκαστον, κατα-φρονητέον (lat. contemnendum est) καὶ τῶν συμπάντων».
No hay comentarios:
Publicar un comentario