ὅτι τοίνυν ὁ Σκιπίων γενναῖος ἀνὴρ ἦν, τί ἄν μεῖζον τεκμήριον εὕροι τις, ἢ τόδε;
νικήσας γὰρ Σύφακα τὸν βασιλέα, κακὸν μὲν οὐδὲν αὐτὸν ἐποίησεν.
Σύφαξ ἦν βασιλεὺς τῆς Νουμιδίας δυτικὴς, σύμμαχος τῶν Καρχηδονίων ἐπὶ τοῦ δευτέρου πολέμου φοινικικοῦ |
τὸ δὲ πρῶτον, ἰδὼν τὸν ἄνδρα δε-δεμένον (Lat. vinctum) μετὰ τὴν νίκην, ἐ-δάκρυσε, λογιζόμενος ὅτι βασιλείαν ὑπὸ πάντων θαυμαζομένην οὗτός ποτε εἶχεν.
μετὰ δὲ βραχὺν χρόνον, κρίνας ἀνθρώπινα φρονεῖν (τοῦτ’ἐστιν, οὐκ ὥσπερ θεός, ἀλλ’ ὥσπερ ἄνθρωπος) ἐν τοῖς εὐτυχήμασιν (Lat. in rebus secundis), ἐπ-έ-ταξεν αὐτὸν λῦσαι.
τέλος δὲ καὶ τὴν ἑαυτοῦ σκηνὴν ἐκείνῳ ἀπ-έ-δωκε, συν-ε-χώρησε (Lat. con-cessit) δὲ αὐτῷ ἀκολούθους τε ἔχειν, καὶ τὰ ἄλλα πάντα, ὅσα βασιλεῖ πρέπει. τηρῶν δὲ αὐτὸν ἐν ἐλευθέρᾳ φυλακῇ φιλανθρώπως ὡμίλει (· ἔχρῆτο φιλανθρωπίᾳ), καὶ πολλάκις αὐτὸν ἐν τῷ στρατηγίῳ (στρατηγίον· ἡ σκήνη τοῦ στρατηγοῦ) εἱστίασεν (ἑστιάω· παρακαλέω).
No hay comentarios:
Publicar un comentario