Zouke, Anagnostikon: 55. Πλάτων

    Πλάτων* ὁ σοφὸς ἐν ᾽Ολυμπίᾳ ἀπαντήσας (ἀπαντᾷ δ’ὃς ἂν ἐντύχῃ τινίν) ἀνθρώποις ἀγνῶσι συν-ε-σκήνωσε μετ’αὐτῶν ἀγνὼς καὶ αὐτὸς ὤν αὐτοῖς. ᾽Ερωτηθεὶς δὲ περὶ τοῦ ὀνόματος τοῦτο μόνον ἐδήλωσεν ὅτι Πλάτων καλεῖται.

Plato Pio-Clemetino Inv305.jpg
Πλάτων


    Ἅπαντα δὲ τὸν ἐν ᾽Ολυμπίᾳ χρόνον οὕτως ἐχειρώσατο αὐτοὺς τῇ συνουσίᾳ (· τῇ ὁμιλίᾳ), ὥστε φίλους τούτους ἐκτήσατο (< κτάομαι: ‘ganar’) καὶ μέγα ὑπ’αὐτῶν ἠγαπήθη.

    ᾽Επεὶ δ’ ἔμελλον οἴκαδε ἀναχωρήσειν, εἶπον αὐτῷ· «Σύ, ὦ Πλάτων, εὐεργέτηκας ἡμᾶς τῇ σῇ συνουσίᾳ διὰ ταῦτα χάριν σοι ἔχομεν. ῾Ημεῖς δὲ ὡς εὐεργετημένοι μάλιστα τε-τιμή-κα-μέν (< τιμάω) σε καὶ ἠγαπήκαμεν. ᾽Εὰν εἰς τὴν ἡμετέραν πατρίδα ἔλθῃς, ἔργῳ δηλώσομεν τὴν πρός σε ἀγάπην».

    Πλάτων δ’εἶπεν· «Καὶ ἐγὼ ὁμοίως ὑμᾶς ἠγάπησα· πολλῆς γὰρ τιμῆς ἠξιώθην (ἀξιόω· ἄξιον νομίζω) ὑφ’ ὑμῶν. Διό, ἐὰν ᾽Αθήναζε ἔλθητε, περὶ πολλοῦ ὑμᾶς ποιήσομαι (περὶ πολλοῦ ποιεῖσθαι· μέγα καὶ ἄξιόν τι εἶναι νομίζειν) καὶ ἐν παντὶ ὑμῖν βοηθήσω».

    Μετ’οὐ πολὺ οὗτοι εἰς Ἀθήνας ἦλθον καὶ ὁ Πλάτων μάλα φιλοφρόνως αὐτοὺς ὑπεδέξατο. Οἱ δ’ εἶπον· «Σὺ μὲν περὶ πλείστου ἡμᾶς ἐποιήσω· καὶ γὰρ ἐν Ὀλυμπίᾳ ὑπὸ σοῦ εὐεργετήθημεν καὶ ἐνταῦθα ἐν πολλοῖς ἐβοήθησας. Νῦν δ᾽ἥγησαι ἡμῖν εἰς  Ἀκαδημεῖαν* τοῦ ὁμωνύμου, ἵνα καὶ αὐτοῦ ἀπολαύσωμεν (ἀπολαύω· μετέχω)» Ὁ δὲ μειδιῶν (μειδιάω· γελάω) εἶπεν· «᾽Εγώ εἰμι ἐκεῖνος».

    Οἱ δ’ ἀκούσαντες ἐξεπλάγησαν (< ἐκ-πλήττω) μὲν καὶ ἐλυπήθησαν, ὅτι τοιοῦτον ἄνδρα ἠγνόησαν, ἐζήλωσαν (ζηλόω· θαυμάζω) δὲ τοῦ ἀνδρὸς τὴν ἁπλότητα· τῷ γὰρ τρόπῳ καὶ ἐν ᾽Ολυμπίᾳ καὶ ἐν ᾽Αθήναις ἐδεδηλώκει αὐτοῖς ὅτι καὶ ἄνευ τῶν λόγων οἷός τ’ ἐστὶ  (· δυνατόν ἐστι) χειροῦσθαι τοὺς συνόντας.


*Πλάτων ὁ φιλόσοφος Ἀθηναῖος ἦν τὸ γένος· ἐγένετο δὲ τῷ ἔτει 387, ἐτελεύτησε ἐν Ἀθήναις τῷ ἔτει 347 πρὸ Χριστοῦ. μαθητὴς δὲ Σωκράτους ἦν. τρὶς δὲ πέπλευκεν εἰς Σικελίαν. μαθηταὶ δ᾽ αὐτοῦ Σπεύσιππος, Ξενοκράτης καὶ Ἀριστοτέλης.

* Ἀκαδημία: γυμνάσιον ἐν Ἀθήναις, προάστειον ἀλσῶδες ἐν ᾧ διέτριβε Πλάτων, ἀπὸ Ἑκαδήμου τινὸς ἥρωος ὀνομασθέν. 

No hay comentarios:

Publicar un comentario