βρέφος, νήπιος, παῖς, μειράκιον, νέος, ἀνήρ, πρεσϐύτης |
Ἐρέτρια, πόλις
ἐν τῇ νήσῳ τῇ καλουμένῃ Εὐβοίᾳ
|
῞Υστερον δ’ οὗτος εἰς ᾽Ερέτριαν ἦλθεν. ῾Ο δὲ πατὴρ ἤρετο (<ἔρομαι· ἐρωτάω) αὐτόν, εἰ μάθοι σοφόν τι ἐν τῇ τοιαύτῃ διατριβῇ (· τόπος ἐν ᾧ τινες μανθάνουσιν) παρ’ ἐκείνῳ τῷ φιλοσόφῳ. ῾Ο δ’ἔφη δείξειν τοῦτο. Ὅτε γάρ ποτε ὁ πατὴρ ὠργίσθη (< ὀργίζομαι · ἀγανακτέω) αὐτῷ καὶ τέλος ἔπαισεν (< παίω· τύπτω) αὐτόν, ἡσυχίαν δὲ ἄγων εἶπεν· «῏Ω πάτερ, τόδε μεμάθηκα· τοιοῦτός σοι εἶναι, ὥστε σοι τηλικούτῳ (τηλικοῦτος < ἡλικός) ὄντι μηδέποτε ἀγανακτεῖν· εἰ γὰρ τὰ αὐτὰ σοι καὶ ἐγὼ ἔπραττον, κακὸς ἂν υἱὸς ἦν». Ὁ δὲ πατὴρ ἐπὶ τῷ τοιούτῳ τοῦ παιδὸς τρόπῳ ἥσθη (< ἥδομαι) καὶ εἶπεν· « Ἀληθῶς θαυμάζω ἐκεῖνον τὸν φιλόσοφον, ὅτι τοιαῦτα μαθήματα περὶ τοὺς γονέας ἐδιδάξατό σε· ταῦτα γάρ ἐστι ὁ κάλλιστος κόσμος τῶν νέων.
* Procedencia de la imagen: https://es.wikipedia.org/wiki/Eubea
No hay comentarios:
Publicar un comentario