Zouke, Anagnostikon: 62. Φιλάργυρος

φιλαργυρία μητρόπολις πάντων τῶν κακῶν.

Φιλάργυρος, ἐπεὶ ἐν ξένῃ γῇ πολλὰ ἔτη εἴργαστο (ἐργάζομαι), οὐσίαν (οὐσία· κτήματα καὶ χρήματα) πολλὴν ἐκέκτητο (κτάομαι). ᾽Εληλυθὼς δ’ οἴκαδε τὸ μὲν πρῶτον ἑώρταζε (< ἑορτή: lat. festum) τὴν ἐπάνοδον. ᾽Επεὶ δ’ ἑώρα (ὁράω) πολλοὺς πειρωμένους κοινωνοὺς τῆς οὐσίας γενέσθαι (κοινωνὸς γίγνομαι· μετέχω), ἡσυχίαν οὐκ εἶχεν· ὁ γὰρ κίνδυνος τῆς οὐσίας οὐκ εἴα (ἐάω) αὐτὸν καθεύδειν.
βῶλος χρύσεος


Ποιεῖται οὖν τὴν οὐσίαν χρυσοῦν βῶλον καὶ ὠνεῖται ἀγρόν, ἐν ᾧ τάφρον (< θάπτω) ἀνέῳξε (ἀνοίγω) καὶ ἐν ταύτῃ τὸ χρυσίον κατώρυξε (κατορύσσω). Καθ’ ἑκάστην δ’ ἐπεσκοπεῖτο (ἐπισκοπέομαι) τὸν κατορωρυγμένον χρυσόν. ῾Ημέραν τινὰ δ’ ὅμως ἐπέσπετό (ἐπὶ•ἕπομαι) τις αὐτῷ καὶ ὑποπτεύσας (ὑποπτεύω· lat. suspicor, observo) τὸν φιλάργυρον χρυσίον κατορωρυχέναι, ἦλθε νυκτὸς καὶ ἀφείλετο (ἀπὸ•αἱρέω) τοῦτο. Τῇ δ’ ὑστεραίᾳ ἐλθὼν ὁ φιλάργυρος καὶ ἰδὼν τὴν τάφρον ἀνεῳγμένην (ἀνοίγω) καὶ ἀπολωλότα (ἀπόλλυμι) τὸν χρυσὸν ὠδύρετο (ὀδύρομαι), ὅτι ἐξελήλεκτο (ἐξελέγχω· δηλόω) ἀνόητος ὤν. ᾽Ιδὼν δέ τις αὐτὸν καὶ πυθόμενος τὴν αἰτίαν λέγει αὐτῷ· « Μὴ ἀθύμει· ὁ χρυσός, ὃν ἐκ τῆς ξένης ἐνηνόχεις (φέρω) καὶ ἐν τῇ τάφρῳ κατωρωρύχεις, οὐδενὸς ἄξιός ἐστι· τὸ γὰρ κατορωρυγμένον χρυσίον ἀπολωλός σοι ἦν· οὐδὲν τοίνυν ἀπολώλεκας. Λίθον λαβὼν κατόρυξον καὶ ἀντὶ τοῦ χρυσίου ἕξεις ».

No hay comentarios:

Publicar un comentario