Zouke, Anagnostikon: 42. Αἰνείου εὐσέβεια


    Οἱ ἡγεμόνες τῶν ῾Ελλήνων μετὰ τὴν ᾽Ιλίου ἅλωσιν (ἅλωσις < ἁλίσκομαι) ἔλεγον τοῖς στρατιώταις· «Ἄνδρες στρατιῶται, φειδώμεθα (· μὴ ἀποκτείνωμεν) τῶν ἁλισκομένων (· τῶν αἰχμαλώτων) καὶ λογιζώμεθα, μὴ ἄδικα φαινώμεθα ἐργαζόμενοι· οὕτω γὰρ ἂν τοὺς θεοὺς εὐμενεῖς ἔχοιμεν καὶ ἀσφαλεῖς ἂν οἴκαδε διαπορευοίμεθα». Τοῖς δὲ Τρωσὶν ὀλοφυρομένοις (· κλαίουσιν) ἔλεγον· « ῏Ω Τρῶες, νικηταὶ μέν ἐσμεν, ἐπιτρέπομεν δ’ ὑμῖν φέρεσθαι ὅ,τι ἂν βούλησθε τῶν οἰκείων. Μὴ οὖν ὀδύρεσθε, ἀλλὰ κομίζεσθε ἕν τι τούτων καὶ φεύγετε». 

  Imagen relacionada





Πάντες μὲν τότε οἱ ἄλλοι ἐκομίζοντό τι τῶν οἰκείων. Αἰνείας δὲ μόνος τοὺς πατρῴους θεοὺς λαβὼν ἔφερεν ἐπὶ τῶν ὤμων ὑπεριδὼν (< ὑπεροράω· περιφρονέω) τῶν ἄλλων. Οἱ δ’ Ἕλληνες ἡδόμενοι ἐπὶ τῇ τοῦ ἀνδρὸς εὐσεβείᾳ (εὐσεβεία· lat. pietas) ἐπέτρεψαν αὐτῷ φέρεσθαι καὶ δεύτερον κτῆμα. ῾Ο δὲ τὸν γέροντα πατέρα ἀναλαβὼν τοῖς ὤμοις ἀπῆλθεν. Οἱ δ’ ῞Ελληνες ἐξ-επλήττοντο οὐχ ἥκιστα ἐπὶ τούτῳ καὶ πάντα ἐπέτρεψαν λαμβάνειν. Οὕτω ἐν τιμῇ εἶχον (· ἐτίμων) τοὺς πρὸς τοὺς θεοὺς καὶ τοὺς γονέας εὐσεβεῖς γιγνομένους.

Resultado de imagen de hombro
ὁ ὦμος : lat. humerus

No hay comentarios:

Publicar un comentario