Morice, Easy Greek Stories. 171. La raposa y el gato (2/2)

     ἡ δὲ ἀλώπηξ ἀκούσασα «νὴ Δία!» ἔφη, «φορτική (Lat. insulsa) γε ἡ σὴ σοφία ἐστὶ, καὶ οὐδενὸς ἀξία. 
     ἢν (· ἐὰν) δέ μοί τι παρα-μένῃς, ταχέως πάντων αἰλούρων σοφώτατος ἔσει (< εἰμι fut).
     διδάξω γάρ σε κλέπτειν τε, καὶ τοῦτο ποιοῦντα μηδέποτε φωρᾶσθαι (↔ ἐξευρεῖν, καταλαβεῖν)·
     καὶ τῶν ἄλλων ἐπιστημῶν πασῶν σοι μετα-δώσω, ὅσας-περ (ὅσος· quantus) καὶ αὐτὴ με-μάθηκα.»

     περι-χαρὴς οὖν ἐ-γένετο ὁ αἴλουρος, καὶ ἐτοῖμος ἦν πάντα ποιεῖν, ἳνα τῆς τοιαύτης σοφίας μετ-έχῃ· 

     δια-λεγόμενοι δὲ περὶ τούτων κυσί τισι καὶ θηρευταῖς  ἀπροσδοκήτως (· ἐξαίφνης) ἐπ-ε-γένοντο.

Museo del Bardo, escena de caza, mosaico, Ederatus Mustela - Túnez
κύνες καὶ θηρευταὶ ἐπιγίγνονται τοῖς θηρίοις 

     ὁ δὲ αἴλουρος εὐθὺς εἰς δένδρον ἀνα-βὰς ἐ-κέλευσε τὴν ἀλώπεκα τοῖς μυρίοις δόλοις νῦν δὴ χρήσασθαι.

     ἡ δὲ, ἁλοῦσα (< αἱρέω· ἐπι-λαμβάνω) ἤδη, ὑπὸ τῶν κυνῶν ἐ-σπαράσσετο (σπαράσσω· Lat. lacero).

Morice, Easy Greek Stories. 170. La raposa y el gato (1/2)

     αἴλουρος ἀλώπεκι ἐπι-τυχὼν χαίρειν ἐ-κέλευσε (Lat. salvere iussit).

ἡ ἀλώπηξ τοῦ αἰλούρου μεγέθει ὑπερέχει

     καὶ διαλόγου τινὸς ἐν αὐτοῖς γενομένου ἡ ἀλώπηξ ἐπὶ τῇ ἑαυτῆς σοφίᾳ ἐ-σεμνύνετο (σεμνύνεται· ἐπαίρει σεαυτὸν).

     «ἐγὼ γὰρ», ἔ-φη, «ὦ δαιμόνιε, πλέον ἢ μυρίους δόλους ἔχω, δι’ ὧνπερ τροφήν τε εὑρίσκω, καὶ τοὺς ἐχθροὺς λανθάνω ἀπατῶν (λάθρᾳ, ἐν τῷ κρυπτῷ ἀπατάω < ἀπάτη· δόλος). ἀλλ᾽ εἰπέ μοι σὺ, πόσων τεχνῶν αὐτὸς ἔμπειρος εἶ; εὖ γὰρ οἶδ’ ὅτι ταύταις σου ὑπερ-έχω (Lat. praestantior sum), ὥσπερ καὶ τῶν ἄλλων θηρίων πάντων».

     ἀκούσας δὲ οἷα ἡ ἀλώπηξ λέγει, ὁ αἴλουρος ἀντ-εῖπεν ἐρυθριάσας (< ἐρυθρός, Lat. ruber), ὅτι τῆς τοιαύτης σοφίας ἄμοιρός (Lat. expers, carens) ἐστιν, ἀλλὰ μίαν μόνην τέχνην ἐπίσταται.

ἐρυθριῶμεν ὅταν αἰσχυνώμεθα

     «ὅταν γὰρ, » ἔ-φη, «ἐχθρούς τινας κατα-νοῶ (· αἰσθάνωμαι) πλησίον ὄντας, εἰς δένδρον τι ἢ τεῖχος ἀνα-βαίνων σώζομαι.»

Morice, Easy Greek Stories, 169. Generosidad de Escipión


     ὅτι τοίνυν ὁ Σκιπίων γενναῖος ἀνὴρ ἦν, τί ἄν μεῖζον τεκμήριον εὕροι τις, ἢ τόδε;

     νικήσας γὰρ Σύφακα τὸν βασιλέα, κακὸν μὲν οὐδὲν αὐτὸν ἐποίησεν.

Σύφαξ ἦν βασιλεὺς τῆς Νουμιδίας δυτικὴς,
σύμμαχος τῶν Καρχηδονίων ἐπὶ τοῦ δευτέρου πολέμου φοινικικοῦ 

     τὸ δὲ πρῶτον, ἰδὼν τὸν ἄνδρα δε-δεμένον (Lat. vinctum) μετὰ τὴν νίκην,  ἐ-δάκρυσε, λογιζόμενος ὅτι βασιλείαν ὑπὸ πάντων θαυμαζομένην οὗτός ποτε εἶχεν.

     μετὰ δὲ βραχὺν χρόνον, κρίνας ἀνθρώπινα φρονεῖν (τοῦτ’ἐστιν, οὐκ ὥσπερ θεός, ἀλλ’ ὥσπερ ἄνθρωπος) ἐν τοῖς εὐτυχήμασιν (Lat. in rebus secundis), ἐπ-έ-ταξεν αὐτὸν λῦσαι. 

     τέλος δὲ καὶ τὴν ἑαυτοῦ σκηνὴν ἐκείνῳ ἀπ-έ-δωκε, συν-ε-χώρησε (Lat. con-cessit) δὲ αὐτῷ ἀκολούθους τε ἔχειν, καὶ τὰ ἄλλα πάντα, ὅσα βασιλεῖ πρέπει. τηρῶν δὲ αὐτὸν ἐν ἐλευθέρᾳ  φυλακῇ φιλανθρώπως ὡμίλει (· ἔχρῆτο φιλανθρωπίᾳ), καὶ πολλάκις αὐτὸν ἐν τῷ στρατηγίῳ (στρατηγίον· ἡ σκήνη τοῦ στρατηγοῦ) εἱστίασεν (ἑστιάω· παρακαλέω).

Morice, Easy Greek Stories. 167. Historia del hijo ingrato (4/4)

 ὁ μὲν οὖν γέρων ἀκούσας τὰ ὑπὸ τοῦ παιδὸς εἰρημένα (< εἴρηκα· λέγω), καὶ με-μνημένος οἷα κακὰ πάσχει ἐ-δάκρυσεν.

Image result for elder crying
ὁ γέρων δακρύει
    

     αἰσχυνθεὶς (αἰσχύνομαι· αἰδέομαι, Lat. erubesco) δὲ ἐπὶ τούτοις ὁ πατὴρ τοῦ παιδὸς αὐτός τε βραχύ τι ἐ-σιώπησε, καὶ ἐ-σήμηνε (< σημαίνω· κελεύω) τῇ γυναικὶ μηδὲν εἰπεῖν.

σιωπή, σιγή
σιωπή, σιγή

     ἔπειτα δὲ πρὸς τὸν γέροντα σιγῇ προς-ελθὼν ἐξ-ήγαγέ (< ἐξάγω) τε αὐτὸν ἐκ τοῦ μυχοῦ, καὶ ἐ-κέλευσε μεθ᾽ ἑαυτοῦ καθ-ῆσθαι δειπνήσοντα.

     ἅμα δὲ καὶ ῇτεῖτο (< αἰτέομαι) παρ’ ἐκείνου συγγνώμην (Lat. veniam ab aliquo petere), ἔ-φη γὰρ μετα-μέλεσθαι (μεταμέλομαι· Lat. penitentiā ducor; me poenitet) τῆς πρὶν ἀχαριστίας.

     καὶ ἐκ τούτου οἱ νέοι κακὸν οὐδὲν εἶπον τῷ γέροντι οὐδὲ εἰ, τῆς βορᾶς πολλάκις πεσούσης (< πίπτω), ἥ τε τράπεζα πᾶσα μιαίνοιτο καὶ τὰ τοῦ γέροντος ἱμάτια.

Morice, Easy Greek Stories, 166. Historia del hijo ingrato (3/4)

     μετὰ δὲ ταῦτα καθήμενός ποτε ἐν τῷ μύχῳ ὁ γέρων, καὶ τὸν ζωμὸν ἐκ τοῦ τρυβλίου πίνων, εἶδε τὸν ὑϊδοῦν (· ὁ τοῦ υἱοῦ υἱός), παιδίον ὂν, πλησίον (· ἐγγύς) ἑαυτοῦ παίζοντα.


See the source image
παῖδες ἥδονται παίζοντες 

     ἔτυχε δὲ ὁ παῖς ξύλα τινὰ ἐν ταῖς χερσὶν ἔχων, ἐξ ὧνπερ (< οὗπερ) σκάφιόν τι (· τριβλίον) ἔ-πλασσεν.

     ὁ δὲ πατὴρ αὐτοῦ καὶ ἡ μήτηρ οὐ κατ-ε-νόησαν (κατανοέω· αἰσθάνομαι) αὐτὸν· ἔ-τυχον γὰρ δειπνοῦντες.

     καλέσας οὖν τοῦτον ὁ γέρων,  «ὦ παῖ», ἔφη, «τί ποιεῖς»;

     ὁ δὲ παῖς εἶπεν ὑπολαβὼν (ὑπολαμβάνω· ἀποκρίνομαι), «ξύλινόν τι τρύβλιον, ὦ πάππε, πλᾶσσω· ἐξ οὗπερ δεῖ τὸν πατέρα μου καὶ τὴν μητέρα σιτεῖσθαι (· ἐσθίω), ὅταν ἐκεῖνοι μὲν —ὥσπερ σὺ— γηράσωσιν, ἐγὼ δὲ ἐκ παιδὸς ἀνὴρ γένωμαι».